Adversus Coloten
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
Κωλώτης, ὃν Εʼπίκουρος εἰώθει Κωλωταρᾶν ὑποκορίζεσθαι καὶ Κωλωτάριον, ὦ Σατορνῖνε, βιβλίον ἐξέδωκεν, ἐπιγράψας περὶ τοῦ ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν. ἐκεῖνο μὲν οὖν Πτολεμαίῳ τῷ βασιλεῖ προσπεφώνηται· ἃ δʼ ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς τὸν Κωλώτην, ἡδέως ἂν οἶμαί σε γεγραμμένα διελθεῖν, φιλόκαλον καὶ φιλάρχαιον ὄντα καὶ τὸ μεμνῆσθαι καὶ διὰ χειρῶν ἔχειν ὡς μάλιστα δυνατόν ἐστι τοὺς λόγους τῶν παλαιῶν βασιλικωτάτην διατριβὴν ἡγούμενον.
ἔναγχος οὖν ἀναγιγνωσκομένου τοῦ συγγράμματος, εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον ἀλλʼ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος, οὐκ οἶδʼ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον, ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις εἶεν ἔφη τίνα τούτῳ
μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον, ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ διακληροῦντος, ἀλλʼ ὁρᾷς, ἔφην, ὅτι κἀκεῖνος ἐπὶ τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου βραβεύοντος γενέσθαι τὸν κατάλογον·οὐ μὴν ἀλλʼ εἰ σὺ προστάττεις ἑλέσθαι,
- ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοί,
- Αἴαντος.
πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;ὅρα δὴ καὶ σκόπει, πῶς ἀμυνῇ τὸν ἄνδρα καὶ ὁ Ἀριστόδημος ἀλλʼ οἶσθα ἔφη τὸ τοῦ Πλάτωνος, ὅτι τῷ παιδὶ χαλεπήνας οὐκ αὐτὸς ἐνέτεινε πληγὰς ἀλλὰ Σπεύσιππον ἐκέλευσεν, εἰπὼν αὐτὸς ὀργίζεσθαι καὶ σὺ τοίνυν παραλαβὼν κόλαζε τὸν ἄνθρωπον ὅπως βούλει· ἐγὼ γὰρ ὀργίζομαι. ταύτὰ δὴ καὶ τῶν ἄλλων παρακελευομένων λεκτέον μέν ἔφην ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπʼ ὀργῆς, διʼ ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τάνθρώπου χόρτον τινὰ προβάλλοντος --- ήσεως· Σωκράτει, καὶ πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ. εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλʼ ἴσως ἂν ἐπὶ τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν, ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ τῶν ἄλλων φιλοσόφων, ἐν οἷς Δημόκριτὸς ἐστι καὶ Πλάτων καὶ Στίλπων καὶ Ἐμπεδοκλῆς καὶ Παρμενίδης καὶ Μέλισσος, οἱ κακῶς ἀκηκοότες, οὐ μόνον αἰσχρὸν σιωπᾶν ἀλλʼ οὐδʼ ὅσιον ἐνδοῦναί τι καὶ ὑφελέσθαι τῆς ἄκρας ὑπὲρ αὐτῶν παρρησίας, εἰς τοῦτο δόξης φιλοσοφίαν προαγαγόντων. καίτοι τὸ μὲν ζῆν οἱ γονεῖς μετὰ τῶν θεῶν ἡμῖν ἔδωκαν, παρὰ δὲ τῶν φιλοσόφων δίκης καὶ νόμου συνεργὸν οἰόμεθα λόγον ἐπιθυμιῶν κολαστὴν λαβόντες εὖ ζῆν· τὸ δʼ εὖ ζῆν ἐστι κοινωνικῶς ζῆν καὶ φιλικῶς καὶ σωφρόνως καὶ δικαίως. ὧν οὐδὲν ἀπολείπουσιν οἱ περὶ γαστέρα τἀγαθὸν εἶναι βοῶντες οὐκ ἂν δὲ τὰς ἀρετὰς ὁμοῦ πάσας τετρημένου χαλκοῦ πριάμενοι δίχα τῆς ἡδονῆς πάσης πανταχόθεν ἐξελαθείσης· ἐνδεῖν δʼ αὐτοῖς τὸν περὶ θεῶν καὶ ψυχῆς λόγον, ὡς ἡ μὲν ἀπόλλυται διαλυθεῖσα, τοῖς δʼ οὐδενὸς μέλει τῶν καθʼ ἡμᾶς. τοῖς μὲν γὰρ ἄλλοις φιλοσόφοις ἐγκαλοῦσιν οὗτοι διὰ τὸ σωφρόνως τὸ ζῆν ἀναιροῦσιν ἐκεῖνοι δὲ τούτοις, ὅτι ζῆν ἀγεννῶς καὶ θηριωδῶς διδάσκουσι.