Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλʼ ἐπέκεινα τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν, ἀλλʼ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου, καθάπερ λευκοῦ καὶ μέλανος ἀπὸ τοῦ κάτω πρὸς τὸ μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ κάτω καὶ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας· ὥσπερ Ἐπίκουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετὰ τὰς αἰκίας καὶ τὰς μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. οὐ γάρ, εἰ τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν

ἀλλότριον, ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον οὐδʼ εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλωτόν· ἀλλὰ μικρὸν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται μέχρι τοῦ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς παρὰ τὰς κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας τέλος, ὃ δόξειεν ἂν αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. εἰ γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον διʼ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ διʼ αὑτὴν ἢ κατὰ φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. καίτοι φήσειεν ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύσει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ διαφεύγουσαν. ἔστω δʼ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτω φανοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου καὶ περὶ θεῶν λεγομένοις μηδὲ προσδοκᾶν λύπας μηδʼ ἀλγηδόνας ὅρον ἑχούσοις, αὐτὲις γοῦν Ἐπίκουρος εἰπὼν ὡς εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν αἵ τε περὶ θανάτου καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίας εἰς τοῦτʼ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ
θηρία φύσει καθέστηκεν οὔτε γὰρ ὑποψίας ἔχει φαύλας περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται τῶν μετὰ θάνατον οὐδʼ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδʼ οἶδε. καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντʼ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρόνιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν τοῦ περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι ταραττομένους, βεβαιότερον οἶμαι τοῦθʼ ὑπάρχειν τοῖς ὅλως μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν· οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλʼ οὐδὲ περιπέπτωκεν, οὐδʼ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν θεῶν ἀλλʼ οὐδʼ εἴληφε. τὰ δʼ αὐτὰ καὶ περὶ τῶν ἐν Ἅιδου λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν τι χρηστὸν ἀπʼ ἐκείνων οὐδετέροις ὑπάρχει, τοῦ δʼ ὑποπτεύειν καὶ φοβεῖσθαι τὰ μετὰ τὸν θάνατον ἧττον μέτεστιν οἷς οὐ γίγνεται θανάτου πρόληψις ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος πρὸς μέν γε τούτους ἐστίν, ἐφʼ ὅσον περὶ αὐτοῦ διαλογίζονταί τι καὶ σκοποῦσι· τὰ δʼ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.

ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας

παρεσκευασμένα, τοιαῦτ’ ἐστιν ὧν δʼ ἑαυτοὺς ἀφαιροῦνται καὶ ἀπελαύνουσιν, ἤδη σκοπῶμεν. τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς· ψυχῆς· διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηδὲν ἐχούσας μέγα μηδʼ ἀξιόλογον· ἐὰν δʼ ὑπερβάλλωσι, πρὸς τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς καὶ οἷον ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι τῆς ψυχῆς. ἃς δʼ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς νομίζεσθαι, καθαραὶ μέν εἰσι τοῦ ἐναντίου καὶ σφυγμὸν οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδʼ ἄλογον, ἀλλʼ εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρακτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον. ὧν ὅσας ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύσειε διελθεῖν προθυμούμενος· ὑπομνῆσαι δὲ βραχέως αἳ θʼ ἱστορίαι πάρεισι πολλὰς μὲν ἐπιτερπεῖς διατριβὰς ἔχουσαι, τὸ δʼ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθείας ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς· διʼ ἣν οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως τὸ πεῖθον.

ἐννόει γάρ, ὡς δακνόμενοι τὸν Πλάτωνος ἀναγιγνώσκομεν Ἀτλαντικὸν καὶ τὰ τελευταῖα τῆς Ἰλιάδος, οἷον ἱερῶν κλειομένων ἢ θεάτρων ἐπιποθοῦντες τοῦ μύθου τὸ λειπόμενον. αὐτῆς δὲ τῆς ἀληθείας ἡ μάθησις οὕτως ἐράσμιόν ἐστι καὶ ποθεινόν, ὡς τὸ ζῆν καὶ τὸ εἶναι διὰ τὸ γιγνώσκειν· τοῦ δὲ θανάτου τὰ σκυθρωπότατα λήθη καὶ ἄγνοια καὶ σκότος ᾗ. καὶ νὴ Δία μάχονται τοῖς φθείρουσι τῶν ἀποθανόντων τὴν αἴσθησιν ὀλίγου δεῖν ἅπαντες, ὡς ἐν μόνῳ τῷ αἰσθανομένῳ καὶ γιγνώσκοντι τῆς ψυχῆς τιθέμενοι τὸ ζῆν καὶ τὸ εἶναι καὶ τὸ χαίρειν. ἔστι γὰρ καὶ τοῖς ἀνιῶσι τὸ μεθʼ ἡδονῆς τινος ἀκούεσθαι· καὶ ταραττόμενοι πολλάκις ὑπὸ τῶν λεγομένων καὶ κλαίοντες ὅμως λέγειν κελεύομεν, ὥσπερ οὗτος

ἀλλὰ τοῦτο μὲν ἔοικε τῆς περὶ τὸ πάντα γιγνώσκειν ἡδονῆς ἀκρασία τις εἶναι καὶ ῥύσις ἐκβιαζομένη τὸν λογισμόν· ὅταν δὲ μηδὲν ἔχουσα βλαβερὸν ἢ λυπηρὸν ἱστορία καὶ διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λόγον ἔχοντα δύναμιν καὶ χάριν, ὡς τῶν Ἡροδότου τὰ Ἑλληνικὰ καὶ τὰ Περσικὰ τῶν Ξενοφῶντος
ὅσσα θʼ Ὅμηρος ἐθέσπισε θέσκελα εἰδώς
ἢ τὰς γῆς Περιόδους Εὔδοξος ἢ Κτίσεις καὶ Πολιτείας Ἀριστοτέλης ἢ Βίους ἀνδρῶν Ἀριστόξενος ἔγραψεν, οὐ μόνον μέγα καὶ πολὺ τὸ εὐφραῖνον ἀλλὰ καὶ καθαρὸν καὶ ἀμεταμέλητόν ἐστι. τίς δʼ ἂν φάγοι πεινῶν καὶ πίοι διψῶν τὰ Φαιάκων ἥδιον ἢ διέλθοι τὸν Ὀδυσσέως ἀπόλογον τῆς πλάνης; τίς δʼ ἂν ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος;

ἀλλὰ ταῦτα --- τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων. καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δʼ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐδενὸς τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾅδων

  1. μουσομανεῖ δʼ ἐλᾷ φρὴν δακέτῳ ποτὶ δειράν,
  2. εὔχομαι δʼ ἔκ τε λύρας ἔκ τε νόμων,
  3. οὓς Θαμύρας περίαλλα μουσοποιεῖ
καὶ νὴ Δίʼ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδʼ ἀποδόσθαι τοὔργον· τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτρικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν· καὶ Ἀπολλώνιον καὶ Ἀρίσταρχον, ἑτέρων τοιούτων εὑρετὰς; γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσι; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ τῶν ὀπτανείων καὶ ματρυλείων ἡδονὰς ἐκείνας; παραβάλλοντας ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας
  1. ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
  2. οὔτʼ ἦλθέ πω σίδηρος·
ἀλλʼ αὗται μὲν εἰσιν ὡς ἀληθῶς ἀκήρατοι νομαὶ μελισσῶν, ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ
φιλήδονον· οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδʼ εὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν. Εὔδοξος δʼ εὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι· καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·
  1. ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα
  2. κεῖν’ ἐφʼ ὅτῳ λαμπρὴν ἤγετο βουθυσίην.
εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν; εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δʼ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν εὕρηκα, καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. οὐδενὸς δʼ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτω βέβρωκα βοῶντος οὔτʼ ἐρωτικοῦ πεφίληκα, μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφʼ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας· Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει
καὶ Ἱππάρχῳ συνενθουσιῶμεν καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα διʼ ἄγνοιαν καὶ ἀπειρίαν ὅμως; βίᾳ ὑπὸ χάριτος αὐξάνεται.