Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλʼ ἐπέκεινα τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν, ἀλλʼ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου, καθάπερ λευκοῦ καὶ μέλανος ἀπὸ τοῦ κάτω πρὸς τὸ μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ κάτω καὶ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας· ὥσπερ Ἐπίκουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετὰ τὰς αἰκίας καὶ τὰς μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. οὐ γάρ, εἰ τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν
ἀλλότριον, ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον οὐδʼ εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλωτόν· ἀλλὰ μικρὸν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται μέχρι τοῦ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς παρὰ τὰς κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας τέλος, ὃ δόξειεν ἂν αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. εἰ γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον διʼ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ διʼ αὑτὴν ἢ κατὰ φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. καίτοι φήσειεν ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύσει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ διαφεύγουσαν. ἔστω δʼ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτω φανοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου καὶ περὶ θεῶν λεγομένοις μηδὲ προσδοκᾶν λύπας μηδʼ ἀλγηδόνας ὅρον ἑχούσοις, αὐτὲις γοῦν Ἐπίκουρος εἰπὼν ὡς εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν αἵ τε περὶ θανάτου καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίας εἰς τοῦτʼ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ θηρία φύσει καθέστηκεν οὔτε γὰρ ὑποψίας ἔχει φαύλας περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται τῶν μετὰ θάνατον οὐδʼ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδʼ οἶδε. καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντʼ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρόνιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν τοῦ περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι ταραττομένους, βεβαιότερον οἶμαι τοῦθʼ ὑπάρχειν τοῖς ὅλως μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν· οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλʼ οὐδὲ περιπέπτωκεν, οὐδʼ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν θεῶν ἀλλʼ οὐδʼ εἴληφε. τὰ δʼ αὐτὰ καὶ περὶ τῶν ἐν Ἅιδου λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν τι χρηστὸν ἀπʼ ἐκείνων οὐδετέροις ὑπάρχει, τοῦ δʼ ὑποπτεύειν καὶ φοβεῖσθαι τὰ μετὰ τὸν θάνατον ἧττον μέτεστιν οἷς οὐ γίγνεται θανάτου πρόληψις ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος πρὸς μέν γε τούτους ἐστίν, ἐφʼ ὅσον περὶ αὐτοῦ διαλογίζονταί τι καὶ σκοποῦσι· τὰ δʼ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.