Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἧι καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δʼ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτʼ εἶναι. καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδʼ ὁτιοῦν πρὸς τὰ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλʼ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις
ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθετὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας· διʼ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον, ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδʼ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις· οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας
ὡς Εὐριπίδης φησίν· οὐδὲ ῥᾳδίως οὐδʼ ἀλύπως; ἀκούομεν
- δυσέρωτες γὰρ φαινόμεθ ὄντες
- τοῦδʼ, ὅττι τόδε στίλβει κατὰ γῆν
- ὣς ἄρʼ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον
- ἐλασίππου πρόσωπον
- ἀπέλιπεν ἁμέρας.