Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
καὶ ὁ Θέων ὥσπερ ἐκβιασθεὶς ἀλλʼ εἰ δοκεῖ ταῦτα ἔφη ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε· σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν· ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς· ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθʼ
Ἅιδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων, ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπʼ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ· αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.