Non Posse Suaviter Vivi Secundum Epicurum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἀλλʼ οἵ γε πρὸς ἔπαινον οὕτω καὶ δόξαν ἔχοντες ἆρʼ οὐχ ὁμολογοῦσι μεγάλας ἡδονὰς προΐεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν φεύγοντες ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασιλέων, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ εἰς τὸν βίον γίγνεσθαι ἔφη Δημόκριτος; οὐ γὰρ ἄν τινα πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν Κωλώτου προσκύνησιν ἐν τοσούτῳ λόγῳ τιθέμενος καὶ ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμπίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε, μᾶλλον δʼ ὅλως ὑπὸ χαρᾶς ἤρθη κατὰ τὸν Σοφοκλέα

γραίας ἀκάνθης πάππος ὡς φυσώμενος.
εἴ γε μὲν τὸ εὐδοξεῖν ἡδύ, τὸ ἀδοξεῖν δήπου λυπηρόν· ἀδοξότερον δʼ ἀφιλίας ἀπραξίας ἀθεότητος ἡδυπαθείας ὀλιγωρίας οὐδέν ἐστι. ταῦτα δὲ πάντες ἄνθρωποι πλὴν αὐτῶν ἐκείνων τῇ αἱρέσει προσεῖναι νομίζουσιν. ἀδίκως, φήσει τις. ἀλλὰ τὴν δόξαν οὐ τὴν ἀλήθειαν σκοποῦμεν. καὶ βιβλία μὲν μὴ λέγωμεν μηδὲ ψηφίσματα βλάσφημα πόλεων, ὅσα
γέγραπται πρὸς αὐτούς· φιλαπέχθημον γάρ· εἰ δὲ χρησμοὶ καὶ μαντικὴ καὶ θεῶν πρόνοια καὶ γονέων πρὸς ἔκγονα στοργὴ καὶ ἀγάπησις καὶ πολιτεία καὶ ἡγεμονία καὶ τὸ ἄρχειν ἔνδοξόν ἐστι καὶ εὐκλεές, οὕτως ἀνάγκη τοὺς λέγοντας, ὡς οὐ δεῖ σῴζειν τοὺς Ἕλληνας ἀλλʼ ἐσθίειν καὶ πίνειν ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως, ἀδοξεῖν καὶ κακοὺς νομίζεσθαι· νομιζομένους δὲ τοιούτους ἀνιᾶσθαι καὶ ζῆν ἀτερπῶς, εἴ γε δὴ τὸ καλὸν ἡδὺ καὶ τὴν εὐδοξίαν ἡγοῦνται.

ταῦτʼ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθεζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ χρόνον οὐ πολύν. ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν εἰρημένων ἐννοήσας τίς ἔφη τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω τὸ προσῆκον ἔχει τέλος, ἃ αὐτὸς ἄρτι μαντικῆς μνησθεὶς καὶ προνοίας ὑποβέβληκε· ταῦτα γὰρ οὐχ ἥκιστά φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς παρασκευάζειν εἰς τὸν βίον· ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ τούτων ὑπολαβὼν δʼ ὁ Ἀριστόδημος ἀλλὰ περὶ ἡδονῆς; μὲν εἴρηται σχεδόν εἶπεν ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν φόβον ἀφαιρεῖ τινα καὶ δεισιδαιμονίαν, εὐφροσύνην δὲ καὶ χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν ἀλλʼ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι μηδὲ

χαίρειν, ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Σκύθας ἔχομεν, οὔτε χρηστὸν οὐδὲν οὔτε φαῦλον ἀπʼ αὐτῶν προσδοκῶντες. εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό μοι δοκῶ λήψεσθαι παρʼ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ὑφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Σωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος· ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ. καὶ λέγω μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης; ὠμότητος καὶ δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ τοῦ θεοῦ μετὰ τῆς ὀργῆς ἀναιροῦντες. βέλτιον γὰρ ἐνυπάρχειν τι καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ φόβου πάθος, ἢ τοῦτο φεύγοντας μήτε ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἀπολείπεσθαι.

δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτʼ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δʼ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. ἀλλʼ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, διʼ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν καὶ παρʼ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτʼ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων. ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ; μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται· τούτου δὲ μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις

οὔτʼ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες ἢ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν· ἀλλʼ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκε
  1. καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
  2. μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ·
ἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ
καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη
καὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται, πλουσίοις δὲ καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν ἀεί· αἱ δʼ ἐφʼ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι. ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας. οὐ γὰρ οἴνου πλῆθος οὐδʼ ὄπτησις
κρεῶν τὸ εὐφραῖνόν ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλὰ καὶ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γιγνόμενα κεχαρισμένως αὐλὸν μὲν γὰρ ἑτέρων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος, ὥσπερ ἱερὸν δοχῆς, ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον, μᾶλλον δʼ ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν· ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις, οὐδὲν δεόμενος, διὰ τὸν φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δʼ ἄπεισι λέγων τὸ Μενάνδρειον
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς·
οὕτω γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ φθονεῖν μηδʼ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντες, αὐτοὺς δυσχεραίνοντας
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιηρὸν ἔφυ
κατὰ τὸν Εὔηνον. ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηδὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον ταὐτὰ δρῶσιν, οὐδʼ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον
δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες· ἐφʼ οὓς καὶ τὰ περὶ θεῶν καὶ Ὁσιότητος αὐτοῖς βιβλία συντέτακται,
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ
ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας.

καὶ μὴν μετά γε τοὺς πονηροὺς καὶ τοὺς πολλοὺς; τρίτον ἤδη σκεψώμεθα, τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον γένος ἐν ἡλίκαις εἰσὶν ἡδοναῖς, καθαραῖς περὶ θεοῦ δόξαις συνόντες, ὡς πάντων μὲν ἡγεμὼν ἀγαθῶν πάντων δὲ πατὴρ καλῶν ἐκεῖνός ἐστι, καὶ φαῦλον οὐδὲν αὐτῷ ποιεῖν θέμις ὥσπερ οὐδὲ πάσχειν. ἀγαθὸς γάρ ἐστιν, ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνος, οὔτε φόβος οὔτε ὀργὴ οὔτʼ μῖσος· οὐδὲ γὰρ θερμοῦ τὸ ψύχειν ἀλλὰ τὸ θερμαίνειν, ὥσπερ οὐδʼ ἀγαθοῦ τὸ βλάπτειν· ὀργὴ,δὲ χάριτος καὶ χόλος εὐμενείας καὶ τοῦ φιλανθρώπου καὶ φιλόφρονος τὸ δυσμενὲς; καὶ ταρακτικὸν ἀπωτάτω τῇ φύσει τέτακται· τὰ μὲν γὰρ ἀρετῆς καὶ δυνάμεως τὰ δʼ ἀσθενείας ἐστὶ καὶ φαυλότητος. οὐ τοίνυν ὀργαῖς καὶ χάρισι συνέχεται τὸ θεῖον ἅμα, ὅτι χαρίζεσθαι καὶ βοηθεῖν πέφυκεν,

ὀργίζεσθαι δὲ καὶ κακῶς ποιεῖν οὐ πέφυκεν· ἀλλʼ ὁ μὲν μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῶν δʼ ἄλλων θεῶν ὁ μέν ἐστιν Ἐπιδώτης ὁ δὲ Μειλίχιος ὁ δʼ Ἀλεξίκακος, ὁ δʼ Ἀπόλλων
κατεκρίθη θνατοῖς ἀγανώτατος ἔμμεν
ὡς; Πίνδαρός φησι. πάντα δὲ τῶν θεῶν κατὰ τὸν Διογένην, καὶ κοινὰ τὰ τῶν φίλων καὶ φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί· καὶ τὸν θεοφιλῆ μή τι εὖ πράττειν ἢ θεοφιλῆ μὴ εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνατόν ἐστιν. ἆρά γε δίκης ἑτέρας οἴεσθε δεῖσθαι τοὺς ἀναιροῦντας τὴν πρόνοιαν καὶ οὐχ ἱκανὴν ἔχειν ἐκκόπτοντας ἑαυτῶν ἡδονὴν καὶ χαρὰν τοσαύτην, ὅση πάρεστι τοῖς οὕτω διακειμένοις πρὸς τὸ δαιμόνιον ἡμῖν; ἢ τῷ μὲν Ἐπικούρῳ καὶ Μητρόδωρος καὶ Πολύαινος καὶ Ἀριστόβουλος ἐκθάρσημα καὶ γῆθος ἦσαν, ὧν τοὺς πλείστους θεραπεύων νοσοῦντας ἢ καταθρηνῶν ἀποθνήσκοντας διετέλεσε· Λυκοῦργος δʼ ὑπὸ τῆς Πυθίας προσαγορευθεὶς
Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι
καὶ Σωκράτης οἰόμενος αὑτῷ διαλέγεσθαι τὸ δαιμόνιον ὑπʼ εὐμενείας, καὶ Πίνδαρος ἀκούων ὑπὸ τοῦ Πανὸς ᾄδεσθαί τι μέλος ὧν αὐτὸς ἐποίησε μετρίως ἔχαιρεν; ἢ Φορμίων τοὺς Διοσκόρους ἢ τὸν Ἀσκληπιὸν Σοφοκλῆς ξενίζειν αὐτός τε πειθόμενος καὶ τῶν ἄλλων οὕτως ἐχόντων διὰ τὴν γενομένην ἐπιφάνειαν; ἃ δʼ Ἑρμογένης ἐφρόνει περὶ τῶν θεῶν, ἄξιόν ἐστιν αὐτοῖς ὀνόμασι διαμνημονεῦσαι· οὗτοι γάρ φησὶν οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοί, οὕτω μοι φίλοι εἰσίν, ὡς διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθʼ ἡμέρας οὔθʼ ὅποι ἂν ὁρμῶμαι οὔθʼ ὅ τι ἂν μέλλω πράττειν διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσι, πέμποντες ἀγγέλους, φήμας καὶ ἐνύπνια καὶ οἰωνούς.

καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γιγνόμενα παρὰ τῶν θεῶν· τὸ δὲ γίγνεσθαι διὰ τῶν θεῶν ταῦτʼ αὐτὰ μεγάλην ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον καὶ φρόνημα καὶ χαρὰν οἷον αὐγὴν ἐπιγελῶσαν τοῖς ἀγαθοῖς. οἱ δʼ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλʼ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς, τὴν διάλυσιν καὶ τὴν ἀναισθησίαν, ἀποβλέπουσιν ὥσπερ εἴ τις ἐν πελάγει καὶ χειμῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν

ναῦν ἔχειν κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς ἀφίξεσθαι ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς· οὐδὲν δʼ ὅμως εἶναι δεινόν, ἀλλʼ ὅσον οὐδέπω καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβήσεσθαι ταχὺ πρὸς τὰς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλλουσιν· ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν διʼ εὐσέβειαν; τετύφωσαι· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτʼ ὀργαῖς οὔτε χάρισι συνέχεται. βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν βίον ἐπινοεῖς; ἐξηπάτησαι· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ τὸ δʼ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς. πῶς οὖν, ἄνθρωπε, φαγεῖν με καὶ χαίρειν κελεύεις; ὅτι νὴ Δία χειμαζομένῳ τὸ ναυάγιον ἐγγύς ἐστιν· ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συνάψει θανάτῳ. καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης διαλυθείσης ἐπʼ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας
ἔκβασις οὔπη φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε
τῇ ψυχῇ, ἀλλʼ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ σώματος· ὥσθʼ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν,
ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.

ἀλλὰ γάρ ἔφη πρὸς ἐμὲ βλέψας εὔηθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον. ὑπολαβὼν οὖν ὁ Ζεύξιππος εἶθʼ οὗτος ἔφη διʼ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα πρὸς Ἐπίκουρον τὸ λοιπὸν λέγοντες; ἥκιστα ἔφην ἐγὼ καὶ

δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι
κατʼ Ἐμπεδοκλέα. πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ γὰρ αὐτὸν οἶμαι μὴ παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.

καὶ ὁ Θέων ὥσπερ ἐκβιασθεὶς ἀλλʼ εἰ δοκεῖ ταῦτα ἔφη ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε· σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν· ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς· ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθʼ

Ἅιδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων, ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπʼ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ· αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.

τοῖς δὲ πολλοῖς καὶ ἄνευ φόβου περὶ τῶν ἐν Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος; ἐλπίς καὶ ὁ πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ μέγιστος, ἡδονῇ θʼ ὑπερβάλλει καὶ γλυκυθυμίᾳ τὸ παιδικὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους ἀποβάλλοντες; εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι καὶ διεφθάρθαι καὶ γεγονέναι τὸ μηδέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶνται καὶ λέγουσιν οὕτως

αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομʼ ἑταίρου
καί
τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
ἐκ δὲ τούτου παρατροπῆς γενομένης, καὶ ὅπλα καὶ σκεύη καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ Μίνως τῷ Γλαύκῳ
Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ
συνθάπτοντες ἥδιον ἔχουσι. κἄν τι δόξωσιν. αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν. οἱ δʼ Αἰακοὶ καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν, οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν ἡδομένοις παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλʼ ἐκεῖνο τοῦ θανάτου τὸ πρόσωπον ὡς φοβερὸν καὶ σκυθρωπὸν καὶ σκοτεινὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λήθης καὶ ἀγνοίας· καὶ πρὸς τὸ ἀπόλωλε καὶ τὸ ἀνῄρηται καὶ τὸ οὐκ ἔστι ταράσσονται καὶ δυσανασχετοῦσι τούτων λεγομένων, ὡς τὸ
  1. ἔπειτα κείσεται βαθυδένδρῳ
  2. ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος
  3. ἰαχᾶς τε παντερπέος αὐλῶν·
καί
  1. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
  2. οὔτε ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.

ἧι καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δʼ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτʼ εἶναι. καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδʼ ὁτιοῦν πρὸς τὰ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλʼ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις

ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
τὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας· διʼ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ
διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον, ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδʼ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις· οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας
  1. δυσέρωτες γὰρ φαινόμεθ ὄντες
  2. τοῦδʼ, ὅττι τόδε στίλβει κατὰ γῆν
ὡς Εὐριπίδης φησίν· οὐδὲ ῥᾳδίως οὐδʼ ἀλύπως; ἀκούομεν
  1. ὣς ἄρʼ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον
  2. ἐλασίππου πρόσωπον
  3. ἀπέλιπεν ἁμέρας.