Non Posse Suaviter Vivi Secundum Epicurum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἀλλʼ οἵ γε πρὸς ἔπαινον οὕτω καὶ δόξαν ἔχοντες ἆρʼ οὐχ ὁμολογοῦσι μεγάλας ἡδονὰς προΐεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν φεύγοντες ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασιλέων, ἀφʼ ὧν τὰ μεγάλα καὶ λαμπρὰ εἰς τὸν βίον γίγνεσθαι ἔφη Δημόκριτος; οὐ γὰρ ἄν τινα πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν Κωλώτου προσκύνησιν ἐν τοσούτῳ λόγῳ τιθέμενος καὶ ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμπίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε, μᾶλλον δʼ ὅλως ὑπὸ χαρᾶς ἤρθη κατὰ τὸν Σοφοκλέα
γραίας ἀκάνθης πάππος ὡς φυσώμενος.εἴ γε μὲν τὸ εὐδοξεῖν ἡδύ, τὸ ἀδοξεῖν δήπου λυπηρόν· ἀδοξότερον δʼ ἀφιλίας ἀπραξίας ἀθεότητος ἡδυπαθείας ὀλιγωρίας οὐδέν ἐστι. ταῦτα δὲ πάντες ἄνθρωποι πλὴν αὐτῶν ἐκείνων τῇ αἱρέσει προσεῖναι νομίζουσιν. ἀδίκως, φήσει τις. ἀλλὰ τὴν δόξαν οὐ τὴν ἀλήθειαν σκοποῦμεν. καὶ βιβλία μὲν μὴ λέγωμεν μηδὲ ψηφίσματα βλάσφημα πόλεων, ὅσα γέγραπται πρὸς αὐτούς· φιλαπέχθημον γάρ· εἰ δὲ χρησμοὶ καὶ μαντικὴ καὶ θεῶν πρόνοια καὶ γονέων πρὸς ἔκγονα στοργὴ καὶ ἀγάπησις καὶ πολιτεία καὶ ἡγεμονία καὶ τὸ ἄρχειν ἔνδοξόν ἐστι καὶ εὐκλεές, οὕτως ἀνάγκη τοὺς λέγοντας, ὡς οὐ δεῖ σῴζειν τοὺς Ἕλληνας ἀλλʼ ἐσθίειν καὶ πίνειν ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως, ἀδοξεῖν καὶ κακοὺς νομίζεσθαι· νομιζομένους δὲ τοιούτους ἀνιᾶσθαι καὶ ζῆν ἀτερπῶς, εἴ γε δὴ τὸ καλὸν ἡδὺ καὶ τὴν εὐδοξίαν ἡγοῦνται.
ταῦτʼ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθεζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ χρόνον οὐ πολύν. ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν εἰρημένων ἐννοήσας τίς ἔφη τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω τὸ προσῆκον ἔχει τέλος, ἃ αὐτὸς ἄρτι μαντικῆς μνησθεὶς καὶ προνοίας ὑποβέβληκε· ταῦτα γὰρ οὐχ ἥκιστά φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς παρασκευάζειν εἰς τὸν βίον· ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ τούτων ὑπολαβὼν δʼ ὁ Ἀριστόδημος ἀλλὰ περὶ ἡδονῆς; μὲν εἴρηται σχεδόν εἶπεν ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν φόβον ἀφαιρεῖ τινα καὶ δεισιδαιμονίαν, εὐφροσύνην δὲ καὶ χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν ἀλλʼ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι μηδὲ
χαίρειν, ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Σκύθας ἔχομεν, οὔτε χρηστὸν οὐδὲν οὔτε φαῦλον ἀπʼ αὐτῶν προσδοκῶντες. εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό μοι δοκῶ λήψεσθαι παρʼ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ὑφʼ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινόμενοι καὶ γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Σωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος· ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ. καὶ λέγω μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης; ὠμότητος καὶ δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ τοῦ θεοῦ μετὰ τῆς ὀργῆς ἀναιροῦντες. βέλτιον γὰρ ἐνυπάρχειν τι καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ φόβου πάθος, ἢ τοῦτο φεύγοντας μήτε ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἀπολείπεσθαι.δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν εἰ δὲ τοῦτʼ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δʼ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπὴ καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν, ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπιτετραμμένην. ἀλλʼ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις, ἑνὶ φόβῳ, διʼ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν καὶ παρʼ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτʼ εὐθὺς δεδιότων καὶ μεταβαλλομένων. ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ; μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, καὶ δεισιδαιμονία κέκληται· τούτου δὲ μυριάκις πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασίμων οὔτε πράξεις
οὔτʼ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες ἢ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν· ἀλλʼ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ γέλωτος καὶ παιδιᾶς ἐφίησιν ἑαυτήν ἐν μὲν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκεἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ
- καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
- μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ·
καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένηκαὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται, πλουσίοις δὲ καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν ἀεί· αἱ δʼ ἐφʼ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι. ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας. οὐ γὰρ οἴνου πλῆθος οὐδʼ ὄπτησις κρεῶν τὸ εὐφραῖνόν ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλὰ καὶ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γιγνόμενα κεχαρισμένως αὐλὸν μὲν γὰρ ἑτέρων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος, ὥσπερ ἱερὸν δοχῆς, ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον, μᾶλλον δʼ ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν· ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις, οὐδὲν δεόμενος, διὰ τὸν φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δʼ ἄπεισι λέγων τὸ Μενάνδρειον
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς·οὕτω γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ φθονεῖν μηδʼ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντες, αὐτοὺς δυσχεραίνοντας
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιηρὸν ἔφυκατὰ τὸν Εὔηνον. ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηδὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον ταὐτὰ δρῶσιν, οὐδʼ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες· ἐφʼ οὓς καὶ τὰ περὶ θεῶν καὶ Ὁσιότητος αὐτοῖς βιβλία συντέτακται,
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας.