De communibus notitiis adversus Stoicos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΛΑΜΠΡΙΑΣ. σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφʼ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ἐμὲ δὲ πολλῆς, ὣς γʼ ἐμαυτῷ φαίνομαι, καὶ ἀτόπου μεστὸν ἥκοντα ταραχῆς εἴτε τισὶ λόγοις εἴτʼ ἐπῳδαῖς εἴτʼ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δʼ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς· οἵ γε πρὸς μικρὰ καὶ μετʼ αἰδοῦς τὰ παρʼ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο· τοὺς δὲ πρεσβυτέρους μετʼ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ

δε ξομμιινιβης νοτιτιις. ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας. εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας θεῶν νομίζοι μετʼ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δʼ, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν· Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος, ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλʼ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους. ὑπὸ τοιούτων ἐγὼ λόγων διακεκαυμένος ἕωθεν σβεστηρίων δέομαι, καθάπερ τινὰ φλεγμονὴν ἀφαιρούντων τὴν ἀπορίαν τῆς ψυχῆς,

ΔΙΑΔΟΥΜΕΝΟΣ. ὅμοια πολλοῖς ἴσως πέπονθας. εἰ δʼ οἱ ποιηταί σε πείθουσι, λέγοντες ὡς ἐκ θεῶν προνοίας ἀνατροπὴν ἔσχεν ἡ παλαιὰ Σίπυλος τὸν Τάνταλον κολαζόντων, πείθου τοῖς ἀπὸ τῆς στοᾶς ἑταίροις, ὅτι καὶ Χρύσιππον οὐκ ἀπὸ τύχης ἀλλʼ ἐκ προνοίας ἡ φύσις ἤνεγκεν, ἄνω τὰ κάτω

καὶ τοὔμπαλιν ἀνατρέψαι δεομένη τὸν βίον· ὡς οὐ γέγονε πρὸς τοῦτο τῶν ὄντων οὐδεὶς εὐφυέστερος, ἀλλʼ ὥσπερ ὁ Κάτων ἔλεγε πρὸ Καίσαρος ἐκείνου μηδένα νήφοντα μηδὲ φρονοῦντα ἐπὶ συγχύσει τῆς πολιτείας τοῖς δημοσίοις προσελθεῖν πράγμασιν, οὕτως ἐμοὶ δοκεῖ μετὰ πλείστης ἐπιμελείας καὶ δεινότητος οὗτος ὁ ἀνὴρ ἀνατρέπειν καὶ καταβάλλειν τὴν συνήθειαν, ὡς ἐνιαχοῦ καὶ αὐτοὶ μαρτυροῦσιν οἱ τὸν ἄνδρα σεμνύνοντες, ὅταν αὐτῷ περὶ τοῦ ψευδομένου μάχωνται. τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι διʼ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι, λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν; τὸν μέν γε πολύποδά φασι τὰς πλεκτάνας αὑτοῦ περιβιβρώσκειν ὥρᾳ χειμῶνος, ἡ δὲ Χρυσίππου διαλεκτικὴ τὰ κυριώτατα μέρη καὶ τὰς ἀρχὰς αὑτῆς ἀναιροῦσα καὶ περικόπτουσα τίνα τῶν ἄλλων ἐννοιῶν ἀπολέλοιπεν ἀνύποπτον; οὐ γὰρ οἷόν τε δήπου καὶ τὰ ἐποικοδομούμενα μὴ βέβαια κεῖσθαι καὶ πάγια, τῶν πρώτων μὴ μενόντων ἀπορίας δὲ καὶ ταραχὰς ἐχόντων τηλικαύτας. ἀλλʼ ὥσπερ οἱ πηλὸν ἢ κονιορτὸν ἐπὶ τοῦ σώματος ἔχοντες τὸν ἁπτόμενον αὐτῶν
καὶ προσαναχρωννύμενον οὐ κινεῖν ἀλλὰ προσβάλλειν τὸ τραχῦνον δοκοῦσιν· οὕτως ἔνιοι τοὺς Ἀκαδημαϊκοὺς αἰτιῶνται καὶ νομίζουσι τὰς αἰτίας παρέχειν ὧν ἀναπεπλησμένους ἀποδεικνύουσιν αὐτούς· ἐπεὶ τάς γε κοινὰς ἐννοίας τίνες μᾶλλον διαστρέφουσιν; εἰ δὲ βούλει, τὸ κατηγορεῖν ἐκείνων ἀφέντες, ὑπὲρ ὧν ἐγκαλοῦσιν ἡμῖν ἀπολογησώμεθα.

ΛΑΜΠΡ. Ἐγώ μοι δοκῶ τήμερον, ὦ Διαδούμενε, ποικίλος τις ἄνθρωπος γεγονέναι καὶ παντοδαπός· ἄρτι μὲν γὰρ ἀπολογίας δεόμενος προσῄειν ταπεινὸς καὶ τεθορυβημένος· νῦν δὲ μεταβάλλομαι πρὸς τὴν κατηγορίαν καὶ βούλομαι ἀπολαῦσαι τῆς ἀμύνης, ἐλεγχομένους εἰς ταὐτὸν τοὺς ἄνδρας ἐπιδών, τὸ παρὰ τὰς ἐννοίας καὶ τὰς προλήψεις τὰς κοινὰς φιλοσοφεῖν, ἀφʼ ὧν μάλιστα τὴν αἵρεσιν, ὥσπερ ἐπὶ τῶν ἀνα --- δοκοῦσι, καὶ μόνην ὁμολογεῖν τῇ φύσει λέγουσιν.

ΔΙΑΔΟΥΜ. Ἆρʼ οὖν ἐπὶ τὰ κοινὰ πρῶτα καὶ περιβόητα βαδιστέον, ἃ δὴ παράδοξα καὶ αὐτοὶ μετʼ εὐκολίας δεχόμενοι τὴν ἀτοπίαν ἐπονομάζουσι, τοὺς μόνους βασιλεῖς καὶ μόνους πλουσίους καὶ καλοὺς αὐτῶν καὶ πολίτας; καὶ δικαστὰς; μόνους; ἢ ταυτὶ μὲν εἰς τὴν τῶν ἑώλων καὶ ψυχρῶν ἀγορὰν βούλει παρῶμεν, ἐν δὲ τοῖς ὡς ἔνι μάλιστα πραγματικοῖς

καὶ μετὰ σπουδῆς λεγομένοις ποιησώμεθα τοῦ λόγου τὸν ἐξετασμόν;

ΛΑΜΠΡ. Ἐμοὶ γοῦν ἥδιον οὕτως· τῶν γὰρ πρὸς ἐκεῖνα γενομένων ἐλέγχων τίς οὐκ ἤδη διάπλεώς ἐστιν;

ΔΙΑΔΟΥΜ. ἤδη τοίνυν αὐτὸ τοῦτο σκόπει πρῶτον, εἰ κατὰ τὰς κοινάς ἐστιν ἐννοίας ὁμολογεῖν τῇ φύσει τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας, καὶ μήτʼ ὑγίειαν μήτʼ εὐεξίαν μήτε κάλλος μήτʼ ἰσχὺν ἡγουμένους αἱρετὰ μήδʼ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δʼ οἰκειοῦν ἡμᾶς τὴν φύσιν· εὖ μάλα καὶ τούτου παρὰ τὴν κοινὴν ἔννοιαν ὄντος, οἰκειοῦν πρὸς τὰ μὴ συμφέροντα μηδʼ ἀγαθὰ τὴν φύσιν καὶ ἀλλοτριοῦν πρὸς τὰ μὴ κακὰ μηδὲ βλάπτοντα· καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας, εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

ΔΙΑΔΟΥΜ. νομίζω δʼ ἐγὼ κἀκεῖνο παρὰ τὴν ἔννοιαν λέγεσθαι, τὸ τὴν μὲν φύσιν αὐτὴν ἀδιάφορον εἶναι τὸ δὲ τῇ φύσει ὁμολογεῖν ἀγαθὸν μέγιστον. οὐδὲ τῷ κατακολουθεῖν ἀστεῖον οὐδὲ τῷ πείθεσθαι σπουδαῖον, εἰ σπουδαῖος εἴη καὶ ἀστεῖος ὁ νόμος καὶ ὁ λόγος καὶ τοῦτο μὲν ἔλαττον

εἰ δέ, ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατʼ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδʼ εἰς τοῦτο συνεργούντων οὐ μόνον οὔκ ἐστιν ἀδιάφορος ἡ φύσις, ἀλλʼ ἀνόητος καὶ ἀπόπληκτος, οἰκειοῦσα ἡμᾶς πρὸς τὰ μηδὲν πρὸς ἡμᾶς· ἀνόητοι δὲ καὶ ἡμεῖς εὐδαιμονίαν ἡγούμενοι τὸ τῇ φύσει ὁμολογεῖν ἀγούσῃ πρὸς τὰ μηδὲν συνεργοῦντα πρὸς εὐδαιμονίαν. καίτοι τί μᾶλλόν ἐστι κατὰ τὴν κοινὴν ἔννοιαν ἢ καθάπερ τὰ αἱρετὰ πρὸς τὸ ὠφελίμως, οὕτω τὰ κατὰ φύσιν πρὸς τὸ ζῆν κατὰ φύσιν; οἱ δʼ οὐχ οὕτω λέγουσιν, ἀλλὰ τὸ ζῆν κατὰ φύσιν τέλος εἶναι τιθέμενοι τὰ κατὰ φύσιν ἀδιάφορα εἶναι νομίζουσιν.

ΔΙΑΔΟΥΜ. οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι, τῶν δʼ ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ μεγέθει διαφερόντων ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ --- τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν· ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ διʼ ἐκεῖνα μὲν ὡς; λαμπρὰ καὶ μεγάλα κἂν ἀποθάνοιεν ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη

καὶ γέλως, λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ Θεῶν
ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπʼ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.
ἆρʼ οὖν παρὰ τὴν κοινὴν φιλοσοφοῦσιν ἔννοιαν, ἃς αἰσχύνονται πράξεις ἐπαινεῖν, μηδὲν τούτων κάλλιον ὁμολογοῦντες; ποῦ γὰρ αἱρετὸν ἢ πῶς ἀποδεκτόν, ὃ μήτʼ ἐπαινεῖν μήτε θαυμάζειν ἄξιόν ἐστιν, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας ἢ θαυμάζοντας ἀτόπους καὶ ψυχροὺς νομίζουσιν;

ΔΙΑΔΟΥΜ. ἔτι δὲ μᾶλλον, οἶμαι, φανεῖταί σοι παρὰ τὴν κοινὴν ἔννοιαν, εἰ τῶν μεγίστων ἀγαθῶν ὁ φρόνιμος μήτʼ ἀπόντων μήτʼ εἰ πάρεστιν αὐτῷ φροντίζοι, ἀλλʼ οἷός ἐστιν ἐν τοῖς ἀδιαφόροις καὶ τῇ περὶ ταῦτα πραγματείᾳ καὶ οἰκονομίᾳ, τοιοῦτος ἂν κἀν τούτοις εἴη. πάντες γὰρ δήπουθεν

εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,
οὗ μὲν καὶ παρόντος ὄνησίς ἐστι καὶ μὴ παρόντος ὥσπερ ἔνδεια καὶ ὄρεξις, αἱρετὸν καὶ ἀγαθὸν καὶ ὠφέλιμον νοοῦμεν· ἐφʼ ᾧ δʼ οὐδὲν ἄν τις πραγματεύσαιτο μὴ παιδιᾶς ἕνεκεν μηδὲ ῥᾳστώνης, τοῦτʼ ἀδιάφορον. ἄλλῳ γὰρ οὐδενὶ τοῦ φιλοπόνου τὸν κενόσπουδον ἀφορίζομεν ἐν τοῖς ἔργοις ὄντα πολλάκις,
ἢ τῷ τὸν μὲν εἰς ἀνωφελῆ πονεῖν καὶ ἀδιαφόρως, τὸν δʼ ἕνεκά του τῶν συμφερόντων καὶ λυσιτελῶν. ἀλλʼ οὗτοί γε τοὐναντίον· ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται τῶν τʼ ἄλλων οὐ πεφροντικὼς οὐδʼ ἔλαττον ἔχειν οῦδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον. ἆρʼ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου κάμνοντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός· ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθοὺς χρημάτων δʼ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην ὥς φησι Χρύσιππος, τῶν δʼ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει; πῶς οὖν οὐχ ὁμολογοῦσι παρὰ τὰς ἐννοίας φιλοσοφεῖν, ἐπὶ τοῖς ἀδιαφόροις τοσαῦτα πραγματευόμενοι καὶ σπουδάζοντες, ἀγαθῶν δὲ μεγάλων καὶ παρόντων καὶ μὴ παρόντων ἀδιαφόρως ἔχοντες;

ΔΙΑΔΟΥΜ. ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν ἐν τοῖς μεγίστοις ἀγαθοῖς; γενόμενον τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός. ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν

ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν οὐδʼ ἐπῆρεν αὐτὸν οὐδʼ ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, εἰς δʼ ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπʼ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γʼ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν. οὐ μόνον οὖν ταῦτα λέγουσιν οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι
ἀγαθὸν ὁ χρόνος οὐκ αὔξει προσγιγνόμενος, ἀλλά, κἂν ἀκαρές τις ὥρας γένηται φρόνιμος, οὐδενὶ πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος.
ταῦτα δʼ οὕτω νεανικῶς ἀπισχυρισάμενοι πάλιν
οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δʼ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ
ταῦτʼ οὖν οὐ μόνον παρὰ τὰς κοινὰς ἐννοίας ἐστὶ φιλοσοφούντων ἀλλὰ καὶ τὰς ἰδίας κυκώντων, εἰ τὸ βραχὺν χρόνον κτήσασθαι τὴν ἀρετὴν οὐθὲν ἀπολείπεσθαι τῆς ἄκρας εὐδαιμονίας ἅμα καὶ μηδενὸς ὅλως ἄξιον νομίζουσι.

ΔΙΑΔΟΥΜ. τοῦτο δʼ οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλʼ ὅτι, τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγιγνομένης, πολλάκις οὐδʼ αἰσθάνεσθαι τὸν κτησάμενον οἴονται, διαλεληθέναι δʼ αὑτόν, ὅτι μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν. οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γιγνώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν· ἀλλὰ καὶ ὅλως ὡς εἰπεῖν τάγαθὸν ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδʼ αἴσθησιν αὑτοῦ ποιεῖ παραγενόμενον. φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατʼ αὐτούς ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τάγαθόν· ὡς δʼ οἴεται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας. ἔτι τοίνυν ἄτοπον μέν ἐστι τὴν τῶν ἀτρέμα λευκῶν καὶ μέσως αἰσθανομένην ὄψιν ἐκφεύγειν τὰ ἐπʼ ἄκρον λευκὰ καὶ τὴν τὰ μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν ἀτοπώτερον δέ, εἴ τις τὸ κοινῶς κατὰ φύσιν, οἷόν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων, τὴν ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται. πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν,

φρονήσεως δὲ μὴ καταλαμβάνειν καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἴεσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν; ἐπεὶ δʼ ἐκ τῆς ἄκρας προκοπῆς μεταβάλλουσιν εἰς εὐδαιμονίαν καὶ ἀρετήν, δυεῖν ἀνάγκη θάτερον, ἢ τὴν προκοπὴν κακίαν μὴ εἶναι μηδὲ κακοδαιμονίαν, ἢ τὴν ἀρετὴν τῆς κακίας μὴ πολλῷ παραλλάττειν μηδὲ τῆς κακοδαιμονίας τὴν εὐδαιμονίαν, ἀλλὰ μικρὰν καὶ ἀνεπαίσθητον εἶναι τὴν πρὸς τὰ κακὰ τῶν ἀγαθῶν διαφορὰν οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντʼ ἐκείνων ταῦτ̓ ἔχοντες.

ΔΙΑΔΟΥΜ. ὅταν μὲν οὖν μηδενὸς ἐκστῆναι τῶν μαχομένων ἀλλὰ πάνθʼ ὁμολογεῖν καὶ τιθέναι θέλωσι, τὸ τοὺς προκόπτοντας ἀνοήτους καὶ κακοὺς εἶναι, τὸ φρονίμους καὶ ἀγαθοὺς γενομένους διαλανθάνειν ἑαυτούς, τὸ μεγάλην διαφορὰν τῆς φρονήσεως πρὸς τὴν ἀφροσύνην ὑπάρχειν· ἦ πού σοι δοκοῦσι θαυμασίως ἐν τοῖς δόγμασι τὴν ὁμολογίαν βεβαιοῦν; ἔτι δὲ μᾶλλον ἐν τοῖς πράγμασιν, ὅταν πάντας ἐπίσης κακοὺς καὶ ἀδίκους καὶ ἀπίστους καὶ ἄφρονας τοὺς μὴ σοφοὺς ἀποφαίνοντες εἶτα πάλιν τοὺς μὲν αὐτῶν ἐκτρέπωνται καὶ βδελύττωνται, τοὺς δʼ ἀπαντῶντες μηδὲ προσαγορεύωσι· τοῖς δὲ χρήματα πιστεύωσιν, ἀρχὰς ἐγχειρίζωσιν, ἐκδιδῶσι θυγατέρας. ταῦτα γὰρ εἰ μὲν παίζοντες λέγουσι, καθείσθωσαν τὰς ὀφρῦς· εἰ δʼ ἀπὸ σπουδῆς καὶ φιλοσοφοῦντες, παρὰ τὰς

κοινάς ἐστιν ἐννοίας ψέγειν μὲν ὁμοίως καὶ κακίζειν πάντας ἀνθρώπους, χρῆσθαι δὲ τοῖς μὲν ὡς μετρίοις τοῖς δʼ ὡς κακίστοις· καὶ Χρύσιππον μὲν ὑπερεκπεπλῆχθαι καταγελᾶν δʼ Ἀλεξίνου, μηδὲν δὲ μᾶλλον οἴεσθαι μηδʼ ἧττον ἀλλήλων ἀφραίνειν τοὺς ἄνδρας.
ναί
φασίν,
ἀλλʼ ὥσπερ ὁ πῆχυν ἀπέχων ἐν θαλάττῃ τῆς ἐπιφανείας οὐδὲν ἧττον πνίγεται τοῦ καταδεδυκότος ὀργυιὰς πεντακοσίας, οὕτως οὐδʼ οἱ πελάζοντες ἀρετῇ τῶν μακρὰν ὄντων ἧττόν εἰσιν ἐν κακίᾳ καὶ καθάπερ οἱ τυφλοὶ τυφλοί εἰσι, κἂν ὀλίγον ὕστερον ἀναβλέπειν μέλλωσιν, οὕτως οἱ προκόπτοντες, ἄχρι οὗ τὴν ἀρετὴν ἀναλάβωσιν, ἀνόητοι καὶ μοχθηροὶ διαμένουσιν.
ὅτι μὲν οὖν οὔτε τυφλοῖς· ἐοίκασιν οἱ προκόπτοντες ἀλλʼ ἧττον ὀξυδορκοῦσιν, οὔτε πνιγομένοις ἀλλὰ νηχομένοις, καὶ ταῦτα πλησίον λιμένος, αὐτοὶ διὰ τῶν πραγμάτων μαρτυροῦσιν. οὐ γὰρ ἂν ἐχρῶντο συμβούλοις καὶ στρατηγοῖς καὶ νομοθέταις ὥσπερ τυφλοῖς χειραγωγοῖς, οὐδʼ ἂν ἐζήλουν ἔργα καὶ πράξεις καὶ λόγους καὶ βίους ἐνίων, εἰ πάντας ὡσαύτως πνιγομένους ὑπὸ τῆς ἀφροσύνης καὶ μοχθηρίας ἑώρων. ἀφεὶς δὲ τοῦτο θαύμασον ἐκείνῃ τοὺς ἄνδρας, εἰ μηδὲ ι· τοῖς ἑαυτῶν διδάσκονται παραδείγμασι προέσθαι τοὺς διαλεληθότας ἐκείνους σοφοὺς καὶ μὴ συνιέντας μηδʼ αἰσθανομένους, ὅτι πνιγόμενοι πέπαυνται καὶ φῶς ὁρῶσι καὶ τῆς κακίας ἐπάνω γεγονότες ἀναπεπνεύκασι.