Compendium argumenti Stoicos absurdiora poetis dicere

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 6. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν

σχίσας ὀρθῷ ποδὶ γᾶν·
ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις. καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος; ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται.
στοιξος ἀβσιιρδιορα ποετις διξερε.

ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον

  1. ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ
  2. γέροντος
εὐπρεπὴς θεοειδὴς καλλίμορφος

καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται.

ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί

σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν
εὖξαι τί βούλει, πάντα σοι γενήσεται
πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας

ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων.

καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα

πτωχῷ λευγαλέῳ ἐναλίγκιον·
ὁ δʼ ἐκ τῆς
Στοᾶς βοῶν μέγα καὶ κεκραγώς
ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος
ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων
  1. δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ
  2. καὶ βαμβακύζω.