De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτʼ ἀγαθὸν εἶναι μήτε κακόν. πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι· διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστι, πλοῦτον δὲ καὶ ὑγίειαν χωρὶς ἀρετῆς δίδωσιν, οὐκ εὖ χρησομένοις δίδωσιν ἀλλὰ κακῶς, τουτέστι βλαβερῶς καὶ αἰσχρῶς καὶ ὀλεθρίως καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν
ἀγαθούς, οὐδʼ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδʼ ὠφελίμου. τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς --- κρίνειν κατʼ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατʼ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων. καὶ μὴν οὔθʼ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων. τί οὖν περὶ τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπʼ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης · εἶτα προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθʼ ἡμᾶς οὕτως ἀθλίως πράττοντας; εἰ γοῦν οἱ θεοὶ μεταβαλόμενοι βλάπτειν ἐθέλοιεν ἡμᾶς καὶ κακοῦν καὶ διαστρέφειν καὶ προσεπιτρίβειν, οὐκ ἂν δύναιντο διαθεῖναι χεῖρον ἢ νῦν ἔχομεν, ὡς Χρύσιππος ἀποφαίνει μήτε κακίας ὑπερβολὴν ἀπολείπειν μήτε κακοδαιμονίας τὸν βίον ὥστʼ, εἰ λάβοι φωνήν, εἰπεῖν ἂν αὐτὸν τὰ τοῦ Ἡρακλέουςγέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ.τίνας οὖν ἄν τις εὕροι μαχομένας μᾶλλον ἀλλήλαις ἀποφάσεις τῆς περὶ θεῶν Χρυσίππου καὶ,τῆς περὶ ἀνθρώπων, τοὺς μὲν ὡς ἔνι βέλτιστα προνοεῖν τοὺς δ̓ ὡς ἔνι χείριστα πράττειν λέγοντος;