De Stoicorum repugnantiis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἐν πολλοῖς εἰρηκὼς ὅτι παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονοῦσιν ἀλλʼ ὁμοίως καὶ ἐπίσης τοῖς τὸν ἀμερῆ χρόνον εὐδαιμονίας μετασχοῦσιν ἐν πολλοῖς πάλιν εἴρηκεν ὡς οὐδʼ ἂν τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπʼ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν ἐπενήνοχε ταῦτα καὶ γάρ, εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὀδʼ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως, καίπερ παρὰ τὸν πλείονα χρόνον οὐδὲν μᾶλλον εὐδαιμονούντων οὐδὲ τῆς ἀιδίου εὐδαιμονίας αἱρετωτέρας γιγνομένης παρὰ τὴν ἀμεριαίαν. εἰ μὲν οὖν τὴν φρόνησιν ἡγεῖτο ποιητικὸν εἶναι τῆς εὐδαιμονίας ἀγαθὸν ὥσπερ ὁ
Ἐπίκουρος, αὐτῆς ἔδει μόνον τῆς ἀτοπίας καὶ παραδοξολογίας ἐπιλαμβάνεσθαι τοῦ δόγματος· ἐπεὶ δʼ ἡ φρόνησις οὐχ ἕτερόν ἐστι τῆς εὐδαιμονίας κατʼ αὐτὸν ἀλλʼ εὐδαιμονία, πῶς οὐ μάχεται τὸ λέγειν ἐπίσης μὲν αἱρετὴν εἶναι τὴν ἀμεριαίαν εὐδαιμονίαν καὶ τὴν ἀίδιον, μηδενὸς δʼ ἀξίαν τὴν ἀμεριαίαν;τὰς ἀρετάς φησιν ἀντακολουθεῖν ἀλλήλαις, οὐ μόνον τῷ τὸν μίαν ἔχοντα πάσας ἔχειν, ἀλλὰ καὶ τῷ τὸν κατὰ μίαν ὁτιοῦν ἐνεργοῦντα κατὰ πάσας ἐνεργεῖν οὔτε γὰρ ἄνδρα φησὶ τέλειον εἶναι τὸν μὴ πάσας ἔχοντα τὰς ἀρετάς οὔτε πρᾶξιν τελείαν, ἥτις οὐ κατὰ πάσας πράττεται τὰς ἀρετάς. ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι τὸν ἀστεῖον οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δʼ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι τὸν δʼ ἀφίστασθαι. πιθανὸν δέ φησὶ μηδʼ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον εἴπερ οὖν τὸ ἀνδρίζεσθαι τοιοῦτόν ἐστιν οἷον ἀνδρείᾳ χρῆσθαι καὶ τὸ δειλαίνειν οἷον δειλίᾳ χρῆσθαι, μαχόμενα λέγουσι λέγοντες κατὰ πάσας μὲν ἅμα τὰς ἀρετὰς καὶ τὰς κακίας ἐνεργεῖν τὸν ἔχοντα, μὴ ἀεὶ δὲ τὸν ἀστεῖον ἀνδρίζεσθαι μηδὲ δειλαίνειν τὸν φαῦλον.
τὴν ῥητορικὴν ὁρίζεται τέχνην, περὶ κόσμου
καὶ εἰρημένου λόγου τάξιν· ἔτι δʼ ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφεσθαι κἀπὶ τῶν λόγων ᾧ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς φωνῆς καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν οὕτω δέ τις φιλότιμος ἐνταῦθα περὶ τὸν λόγον γενόμενος πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών οὐ μόνον φησὶ ταῦτα παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιὰς ἀσαφείας καὶ ἐλλείψεις καὶ νὴ Δία σολοικισμούς, ἐφʼ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι τὸ δὴ ποτὲ μὲν ἄχρι χειρῶν καὶ στόματος εὐπρεπείας ἐπιχωρεῖν τοῖς λέγουσιν ἐν κόσμῳ τὸν λόγον διατίθεσθαι· ποτὲ δὲ μήτʼ ἐλλείψεων ἐπιστρέφεσθαι καὶ ἀσαφειῶν μήτε σολοικίζοντας αἰσχύνεσθαι τελέως ὅ τι ἂν ἐπίῃ λέγοντός ἐστιν.ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μή τι κρεῖττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν, ἵνα φησὶ μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήθʼ ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα δοκῶ δὴ τὸ ἐγκαλεῖν ἑτέροις εἶτα
περιπίπτειν αὐτὸν οἷς ἐγκαλεῖ καὶ μὴ φυλάττεσθαι, τῶν ἐναντιωμάτων μέγιστον εἶναι καὶ τῶν διαπτωμάτων αἴσχιστον. ἀλλὰ μὴν αὐτὸς τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας οὔτε διʼ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τἀληθὲς ἱστορήσας. καίτοι Πλάτων μὲν ἔχει τῶν ἰατρῶν τοὺς ἐνδοξοτάτους μαρτυροῦντας, Ἱπποκράτην Φιλιστίωνα Διώξιππον τὸν Ἱπποκράτειον, καὶ τῶν ποιητῶν Εὐριπίδην Ἀλκαῖον Εὔπολιν Ἐρατοσθένην, λέγοντας ὅτι τὸ ποτὸν διὰ τοῦ πνεύμονος διέξεισι· Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί, ὧν καὶ Ἵππαρχός ἐστιν ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δʼ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι.τῶν πρεσβυτέρων τινές, ἃ τῷ τὸν ὀξίνην ἔχοντι συνέβαινε μήθʼ ὡς ὄξος ἀποδόσθαι δυναμένῳ μήθʼ ὡς οἶνον, ἔφασαν τῷ Ζήνωνι συμβαίνειν· τὸ γὰρ προηγμένον αὐτῷ μήθʼ ὡς ἀγαθὸν μήθʼ ὡς ἀδιάφορον ἔχειν διάθεσιν. ἀλλʼ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους μηδʼ ἀντεχομένους
τῶν τοιούτων ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου ἐργάζευ, Πέρση, δῖον γένος· ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ μὴ ἐργάζευ, Πέρση, δῖον γένος. καὶ τὸν μὲν σοφὸν ἐν τοῖς περὶ βίων καὶ βασιλεῦσι συνέσεσθαί φησιν ἕνεκα χρηματισμοῦ καὶ σοφιστεύσειν ἐπʼ ἀργυρίῳ, παρʼ ὧν μὲν προλαμβάνοντα πρὸς οὓς δὲ συντιθέμενον τῶν μαθητῶν· ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς ἐπὶ τούτῳ λαβόντα τάλαντον ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθὰ καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· ἔστιν εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν τὸ δὲ κακόν, ἐπὶ γʼ αὐτὰ φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος, ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δʼ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας. οὕτω δὲ τὸ προηγμένον τἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλʼ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων· ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δʼ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι. Διὸ τῶν ἐναντιωμάτων τούτων οὐ μόνον τὴν ἀρετὴν ἀλλὰ καὶ τὴν πρόνοιαν ἀναπέπληκεν. ἡ μὲν γὰρ ἀρετὴ μικρολόγος ἐσχάτως φανεῖται καὶ ἀνόητος περὶ ταῦτα πραγματευομένη καὶ τούτων ἕνεκα πλεῖν εἰς Βόσπορον κελεύουσα καὶ κυβιστᾶν τὸν σοφόν, ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης προσαγορευόμενος, ὅτι δηλαδὴ χρυσᾶς ἀμίδας καὶ χρυσᾶ κράσπεδα χαρίζεται τοῖς φαύλοις, τοῖς δ̓ ἀγαθοῖς ἄξια δραχμῆς, ὅταν πλούσιοι γένωνται κατὰ τὴν τοῦ Διὸς πρόνοιαν· ἔτι δὲ γελοιότερος ὁ Ἀπόλλων, εἰ περὶ χρυσῶν κρασπέδων καὶ ἀμίδων κάθηται θεμιστεύων καὶ περὶ προσκομμάτων ἀπολύσεως.