De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα

πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας· καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενος
  1. ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων,
  2. Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;
εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην τίνʼ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ καὶ λόγον ἐπειπὼν παραλογώτατον ὡς ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς, αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι, ταῦτα κατὰ λέξιν εἴρηκε γένοιτο δʼ ἂν
μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν. ἐν δὲ τῷ περὶ Πολιτείας εἰπὼν ὅτι ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζῳγραφεῖν μετʼ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας. ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; καθόλου δʼ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δʼ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν οὕτως ὁ τὴν μὲν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδʼ ἀρκουμένοις
  1. Δήμητρος ἀκτῇ πώμασὶν θʼ ὑδρηχόοις,
  2. ἅπερ πάρεστι καὶ πέφυχ̓ ἡμᾶς τρέφειν
οὐδένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν ἑαυτῷ.