De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν ὀλίγοις αὐτῷ Ζήνωνι πολλὰ δὲ Κλεάνθει πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν ἐν δὲ τοῖς βίοις οὐδενὸς ἔστιν εὑρεῖν οὐ στρατηγίαν, οὐ νομοθεσίαν, οὐ πάροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν· ἀλλʼ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν

δε στοιξορυμ ρεπυγναντιις. ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λόγοις καὶ βιβλίοις καὶ περιπάτοις· οὐκ ἄδηλον ὅτι τοῖς ὑφʼ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφʼ αὑτῶν ὁμολογουμένως ἔζησαν, ἣν Ἐπίκουρος ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες. αὐτὸς γοῦν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ Βίων οὐδὲν οἴεται τὸν σχολαστικὸν βίον τοῦ ἡδονικοῦ διαφέρειν· αὐτὰς δὲ παραθήσομαι τὰς λέξεις ὅσοι δʼ ὑπολαμβάνουσι φιλοσόφοις ἐπιβάλλειν μάλιστα τὸν σχολαστικὸν βίον ἀπʼ ἀρχῆς, οὗτοί μοι δοκοῦσι διαμαρτάνειν, ὑπονοοῦντες διαγωγῆς τινος ἕνεκεν δεῖν τοῦτο ποιεῖν ἢ ἄλλου τινὸς τούτῳ παραπλησίου, καὶ τὸν ὅλον βίον οὕτω πως διελκύσαι· τοῦτο δʼ ἐστίν, ἂν σαφῶς θεωρηθῇ, ἡδέως· οὐ γὰρ δεῖ λανθάνειν τὴν ὑπόνοιαν αὐτῶν, πολλῶν μὲν σαφῶς τοῦτο λεγόντων οὐκ ὀλίγων δʼ ἀδηλότερον. τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατεγήρασεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Διογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἵ γε καὶ τὰς αὑτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκαλοῦντες ἀλλʼ ὅπως καθʼ ἡσυχίαν ἐν τῷ Ὠιδείῳ καὶ ἐπὶ Ζωστῆρος σχολάζοντες καὶ φιλολογοῦντες διάγωσιν; Ἀριστοκρέων γοῦν ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐπέγραψε τόδε τὸ ἐλεγεῖον
  1. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε,
  2. τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
τοῦτʼ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.

ὅσοι δʼ ἄλλοι πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν δόγμασι· καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβουλεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν ὡς πόλεων οὐσῶν ἐν αἷς πολιτεύονται, βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειροτονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέγουσιν. ὥστε καὶ πολιτευόμενοι μάχονται.