De Stoicorum repugnantiis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδʼ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι ταῦτα δʼ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατʼ αὐτούς. καὶ μὴν οὐδʼ οἰκεῖον οὐδʼ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶν πῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡς οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν; ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν

τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται διʼ αὑτῶν ἀλλʼ οὔτʼ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτʼ οἰκείωσις οἷς μηδὲν οἰκεῖον· ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.