De animae procreatione in Timaeo
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ὁ δὲ Πλάτων οὐχ οὕτως, ἀλλὰ τὴν γʼ ὕλην διαφορᾶς ἁπάσης ἀπαλλάττων καὶ τοῦ θεοῦ τὴν τῶν κακῶν αἰτίαν ἀπωτάτω τιθέμενος ταῦτα περὶ τοῦ κόσμου γέγραφεν ἐν τῷ Πολιτικῷ παρὰ μὲν γὰρ τοῦ ξυνθέντος πάντα τὰ καλὰ κέκτηται παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτʼ ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. καὶ μικρὸν ἔτι
προελθὼν προϊόντος δέ φησι τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ, μᾶλλον δυναστεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας πάθος καὶ κινδυνεύει διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δῦναι πάλιν ἀνομοιότης δὲ περὶ τὴν ὕλην, ἄποιον καὶ ἀδιάφορον οὖσαν, οὐκ ἔστιν. ἀλλὰ μετὰ πολλῶν ἄλλων καὶ Εὔδημος ἀγνοήσας κατειρωνεύεται τοῦ Πλάτωνος, ὡς οὐκ εὖ τὴν πολλάκις ὑπʼ αὐτοῦ μητέρα καὶ τιθήνην προσαγορευομένην αἰτίαν κακῶν καὶ ἀρχὴν ἀποφαίνοντος. ὁ γὰρ Πλάτων μητέρα μὲν καὶ τιθήνην καλεῖ τὴν ὕλην, αἰτίαν δὲ κακοῦ τὴν κινητικὴν τῆς ὕλης καὶ περὶ τὰ σώματα γιγνομένην μεριστὴν ἄτακτον καὶ ἄλογον οὐκ ἄψυχον δὲ κίνησιν, ἣν ἐν Νόμοις ὥσπερ εἴρηται ψυχὴν ἐναντίαν καὶ ἀντίπαλον τῇ ἀγαθουργῷ προσεῖπε. ψυχὴ γὰρ αἰτία κινήσεως καὶ ἀρχή, νοῦς δὲ τάξεως καὶ συμφωνίας περὶ κίνησιν. ὁ γὰρ θεὸς οὐκ ἀνέστησε τὴν ὕλην ἀργοῦσαν ἀλλʼ ἔστησεν ὑπὸ τῆς ἀνοήτου ταραττομένην αἰτίας· οὐδʼ ἀρχὰς τῇ φύσει μεταβολῆς καὶ παθῶν παρέσχεν, ἀλλʼ οὔσης ἐν πάθεσι παντοδαποῖς καὶ μεταβολαῖς ἀτάκτοις ἐξεῖλε τὴν πολλὴν ἀοριστίαν καὶ πλημμέλειαν, ἁρμονίᾳ καὶ ἀναλογίᾳ καὶ ἀριθμῷ χρώμενος ὀργάνοις· ὧν ἔργον ἐστὶν οὐ μεταβολῇ καὶ κινήσει ἑτερότητος πάθη καὶ διαφορὰς παρέχειν τοῖς πράγμασιν, ἀλλὰ μᾶλλον ἀπλανῆ καὶ στάσιμα καὶ τοῖς κατὰ ταὐτὰ ὡσαύτως ἔχουσιν ὅμοια ποιεῖν. ἡ μὲν οὖν διάνοια τοιαύτη, κατά γε τὴν ἐμὴν δόξαν, τοῦ Πλάτωνος.ἀπόδειξις δὲ πρώτη μὲν ἡ τῆς λεγομένης καὶ δοκούσης αὐτοῦ πρὸς ἑαυτὸν ἀσυμφωνίας καὶ διαφορᾶς λύσις. οὐδὲ γὰρ σοφιστῇ κραιπαλῶντι, πόθεν γε δὴ Πλάτωνι, τοιαύτην ἄν τις ἀναθείη, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν λόγων, ταραχὴν καὶ ἀνωμαλίαν, ὥστε τὴν αὐτὴν φύσιν ὁμοῦ καὶ ἀγένητον ἀποφαίνειν καὶ γενομένην, ἀγένητον μὲν ἐν Φαίδρῳ τὴν ψυχὴν ἐν δὲ Τιμαίῳ γενομένην. ἡ μὲν οὖν ἐν Φαίδρῳ διάλεκτος ὀλίγου δεῖν ἅπασι διὰ στόματός ἐστι, τῷ ἀγενήτῳ τὸ ἀνώλεθρον τῷ δʼ αὐτοκινήτῳ πιστουμένη τὸ ἀγένητον αὐτῆς· ἐν δὲ Τιμαίῳ τὴν δὲ ψυχήν φησιν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πη καὶ λέγομεν ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν τὴν ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου, συνεστήσατο. καὶ πάλιν, εἰπὼν ὡς αὐτὴ ἐν ἑαυτῇ στρεφομένη θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου, τὸ μὲν δὴ σῶμά φησιν ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δʼ ἀόρατος μὲν λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας
ψυχή, τῶν νοητῶν ἀεὶ τʼ ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων ἐνταῦθα γὰρ τὸν μὲν θεὸν ἄριστον εἰπὼν τῶν ἀεὶ ὄντων, τὴν δὲ ψυχὴν ἀρίστην τῶν γεννηθέντων, σαφεστάτῃ ταύτῃ τῇ διαφορᾷ καὶ ἀντιθέσει τὸ ἀίδιον αὐτῆς καὶ τὸ ἀγένητον ἀφῄρηται.τίς οὖν τούτων ἐπανόρθωσις ἑτέρα πλὴν ἧς αὐτὸς δίδωσι τοῖς δέχεσθαι βουλομένοις; ἀγένητον μὲν γὰρ ἀποφαίνει ψυχὴν τὴν πρὸ τῆς κόσμου γενέσεως πλημμελῶς πάντα καὶ ἀτάκτως κινοῦσαν γενομένην δὲ καὶ γενητὴν πάλιν, ἣν ὁ θεὸς ἔκ τε ταύτης καὶ τῆς μονίμου τε καὶ ἀρίστης οὐσίας ἐκείνης ἔμφρονα καὶ τεταγμένην ἀπεργασάμενος καθάπερ εἶδος, καὶ τῷ αἰσθητικῷ τὸ νοερὸν καὶ τῷ κινητικῷ τὸ τεταγμένον ἀφʼ αὑτοῦ παρασχὼν ἡγεμόνα τοῦ παντὸς ἐγκατέστησεν. οὕτω γὰρ καὶ τὸ σῶμα τοῦ κόσμου πῇ μὲν ἀγένητον ἀποφαίνει πῇ δὲ γενητόν· ὅταν μὲν γὰρ εἴπῃ πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον ἀτάκτως τὸν θεὸν παραλαβόντα διακοσμεῖν καὶ πάλιν τὰ τέτταρα γένη, πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, πρὶν ἢ τὸ πᾶν ὑπʼ αὐτῶν διακοσμηθὲν γενέσθαι, σεισμὸν ἐμποιεῖν τῇ ὕλῃ καὶ ὑπʼ ἐκείνης τινάσσεσθαι διὰ τὴν ἀνωμαλίαν· ὄντα που ποιεῖ καὶ ὑποκείμενα τὰ σώματα πρὸ τῆς τοῦ κόσμου γενέσεως. ὅταν δὲ
πάλιν λέγῃ τῆς ψυχῆς νεώτερον γεγονέναι τὸ σῶμα καὶ τὸν κόσμον εἶναι γενητόν, ὅτι ὁρατὸς καὶ ἁπτὸς καὶ σῶμα ἔχων ἐστὶ τὰ δὲ τοιαῦτα γιγνόμενα καὶ γενητὰ ἐφάνη παντὶ δῆλον ὡς γένεσιν τῇ φύσει τοῦ σώματος ἀποδίδωσιν. ἀλλὰ πολλοῦ δεῖ τἀναντία λέγειν καὶ διαφέρεσθαι πρὸς αὑτὸν οὕτως ἐκφανῶς ἐν τοῖς μεγίστοις. οὐ γὰρ ὡσαύτως οὐδὲ ταὐτὸ σῶμα γίγνεσθαὶ τέ φησιν ὑπὸ τοῦ θεοῦ καὶ εἶναι πρὶν ἢ γενέσθαι ταῦτα γὰρ ἄντικρυς φαρμακῶντός ἐστιν. ἀλλὰ τί δεῖ νοεῖν καὶ τὴν γένεσιν, αὐτὸς διδάσκει. τὸ μὲν γὰρ πρὸ τούτου φησὶ ταῦτα πάντα εἶχεν ἀλόγως καὶ ἀμέτρως· ὅτε δʼ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα ἄττα αὑτῶν, παντάπασι μὴν διακείμενα, ὥσπερ εἰκὸς ἔχειν ἅπαν, ὅταν ἀπῇ τινος θεός οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς, ἔτι δὲ πρότερον εἰπὼν ὡς οὐ μιᾶς ἔργον ἦν ἀναλογίας ἀλλὰ δυεῖν τὸ συνδῆσαι στερεὸν ὄντα καὶ βάθος ἔχοντα τὸν τοῦ παντὸς ὄγκον καὶ διελθὼν ὅτι πυρὸς καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θεὶς συνέδησε καὶ συνεστήσατο τὸν οὐρανόν, ἔκ τε δὴ τούτων φησὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη διʼ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τʼ ἔσχεν ἐκ τούτων, ὥστʼ εἰς ταὐτὸν αὑτῷ συνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι· σαφέστατα διδάσκων ὡς οὐχὶ σώματος ἁπλῶς οὐδʼ ὄγκου καὶ ὕλης, ἀλλὰ συμμετρίας περὶ σῶμα καὶ κάλλους καὶ ὁμοιότητος ἦν ὁ θεὸς πατὴρ καὶ δημιουργός. ταῦτα δὴ δεῖ διανοεῖσθαι καὶ περὶ ψυχῆς, ὡς τὴν μὲν οὔθʼ ὑπὸ τοῦ θεοῦ γενομένην οὔτε κόσμου ψυχὴν οὖσαν, ἀλλά τινα φανταστικῆς καὶ δοξαστικῆς ἀλόγου δὲ καὶ ἀτάκτου φορᾶς καὶ ὁρμῆς δύναμιν αὐτοκίνητον καὶ ἀεικίνητον· τὴν δʼ αὐτὸς ὁ θεὸς διαρμοσάμενος τοῖς προσήκουσιν ἀριθμοῖς καὶ λόγοις ἐγκατέστησεν ἡγεμόνα τοῦ κόσμου γεγονότος γενητὴν οὖσαν.