De animae procreatione in Timaeo
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
αὗται μὲν οὖν δυνάμεις τῆς τοῦ παντὸς εἰσι ψυχῆς αἳ δʼ εἰς θνητὰ καὶ παθητὰ παρεισίασιν ὄργανα ἄφθαρτοι φθαρτῶν αὐταὶ σωμάτων, ἐν ταύταις τὸ τῆς δυαδικῆς καὶ ἀορίστου μερίδος ἐπιφαίνεται μᾶλλον εἶδος, τὸ δὲ τῆς ἁπλῆς καὶ μοναδικῆς ἀμυδρότερον ὑποδέδυκεν. οὐ μὴν ῥᾳδίως ἄν τις οὔτε πάθος ἀνθρώπου παντάπασιν ἀπηλλαγμένον λογισμοῦ κατανοήσειεν οὔτε διανοίας κίνησιν, μηδὲν ἐπιθυμίας ἢ φιλοτιμίας ἢ τοῦ χαίροντος ἢ λυπουμένου πρόσεστι. διὸ τῶν φιλοσόφων οἱ μὲν τὰ πάθη λόγους. ποιοῦσιν, ὡς πᾶσαν ἐπιθυμίαν καὶ λύπην καὶ ὀργὴν κρίσεις οὔσας· οἱ δὲ τὰς ἀρετὰς ἀποφαίνουσι παθητικάς· καὶ γὰρ ἀνδρείᾳ τὸ φοβούμενον καὶ σωφροσύνῃ τὸ ἡδόμενον καὶ δικαιοσύνῃ τὸ κερδαλέον εἶναι. καὶ μὴν θεωρητικῆς γε τῆς ψυχῆς οὔσης ἅμα καὶ πρακτικῆς καὶ θεωρούσης δὲ τὰ καθόλου καὶ τὰ καθʼ ἕκαστα καὶ νοεῖν μὲν ἐκεῖνα ταῦτα δʼ αἰσθάνεσθαι δοκούσης, ὁ κοινὸς λόγος ἀεὶ περί τε ταὐτὸν ἐντυγχάνων τῷ θατέρῳ καὶ ταὐτῷ περὶ θάτερον ἐπιχειρεῖ μὲν ὅροις καὶ διαιρέσεσι χωρίζειν τὸ ἓν καὶ τὰ πολλὰ καὶ τὸ ἀμερὲς καὶ μεριστόν, οὐ δύναται δὲ καθαρῶς ἐν οὐδετέρῳ γενέσθαι διὰ τὸ καὶ τὰς ἀρχὰς ἐναλλὰξ ἐμπεπλέχθαι καὶ καταμεμῖχθαι διʼ ἀλλήλων. καὶ
διὰ τοῦτο τῆς οὐσίας τὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς ὁ θεὸς ὑποδοχὴν τῷ ταὐτῷ καὶ τῷ θατέρῳ συνέστησεν, ἵνʼ ἐν διαφορᾷ τάξις γένηται τοῦτο γὰρ ἦν γενέσθαι ἐπεὶ χωρὶς τούτων τὸ μὲν ταὐτὸν οὐκ εἶχε διαφοράν, ὥστʼ οὐδὲ κίνησιν οὐδὲ γένεσιν· τὸ θάτερον δὲ τάξιν οὐκ εἶχεν, ὥστʼ οὐδὲ σύστασιν οὐδὲ γένεσιν. καὶ γὰρ εἰ τῷ ταὐτῷ συμβέβηκεν ἑτέρῳ εἶναι τοῦ ἑτέρου καὶ τῷ ἑτέρῳ πάλιν αὑτῷ ταὐτόν, οὐδὲν ἡ τοιαύτη μέθεξις ἀλλήλων ποιεῖ γόνιμον, ἀλλὰ δεῖται τρίτης τινὸς οἷον ὕλης ὑποδεχομένης καὶ διατιθεμένης ὑπʼ ἀμφοτέρων. αὕτη δʼ ἐστίν, ἣν πρώτην συνέστησε τῷ περὶ τὰ νοητὰ μονίμῳ τοῦ περὶ τὰ σώματα κινητικοῦ τὸ ἄπειρον ὁρίσαςὡς δὲ φωνὴ τίς ἐστιν ἄλογος καὶ ἀσήμαντος λόγος δὲ λέξις ἐν φωνῇ σημαντικῇ διανοίας, ἁρμονία δὲ τὸ ἐκ φθόγγων καὶ διαστημάτων, καὶ φθόγγος μὲν ἓν καὶ ταὐτὸν διάστημα δὲ φθόγγων ἑτερότης καὶ διαφορά, μιχθέντων δὲ τούτων ᾠδὴ γίγνεται καὶ μέλος· οὕτω τὸ παθητικὸν τῆς ψυχῆς ἀόριστον ἦν καὶ ἀστάθμητον, εἶθʼ ὡρίσθη πέρατος ἐγγενομένου καὶ εἴδους τῷ μεριστῷ καὶ παντοδαπῷ τῆς κινήσεως. συλλαβοῦσα δὲ τὸ ταὐτὸν καὶ τὸ θάτερον, ὁμοιότησι καὶ ἀνομοιότησιν ἀριθμῶν ἐκ διαφορᾶς ὁμολογίαν ἀπεργασαμένων ζωή τε τοῦ παντός ἐστιν ἔμφρων καὶ ἁρμονία καὶ λόγος ἄγων πειθοῖ μεμιγμένην ἀνάγκην, ἣν εἱμαρμένην οἱ πολλοὶ καλοῦσιν, Ἐμπεδοκλῆς δὲ φιλίαν ὁμοῦ καὶ
Νεῖκος, Ἡράκλειτος δὲ παλίντονον ἁρμονίην κόσμου ὅκωσπερ λύρης καὶ τόξου Παρμενίδης δὲ φῶς καὶ σκότος, Ἀναξαγόρας δὲ νοῦν καὶ ἀπειρίαν, Ζωροάστρης δὲ θεὸν καὶ δαίμονα, τὸν μὲν Ὠρομάσδην καλῶν τὸν δʼ Ἀρειμάνιον. Εὐριπίδης δʼ οὐκ ὀρθῶς ἀντὶ τοῦ συμπλεκτικοῦ τῷ διαζευκτικῷ κέχρηταιΖεὺς εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν·καὶ γὰρ ἀνάγκη καὶ νοῦς ἐστιν ἡ διήκουσα διὰ πάντων δύναμις. Αἰγύπτιοι μὲν οὖν μυθολογοῦντες αἰνίττονται, τοῦ Ὥρου δίκην ὀφλόντος, τῷ μὲν πατρὶ τὸ πνεῦμα καὶ τὸ αἷμα τῇ δὲ μητρὶ τὴν σάρκα καὶ τὴν πιμελὴν προσνεμηθῆναι. τῆς δὲ ψυχῆς οὐδὲν μὲν εἰλικρινὲς οὐδʼ ἄκρατον οὐδὲ χωρὶς ἀπολείπεται τῶν ἄλλων ἁρμονίη γὰρ ἀφανὴς φανερῆς κρείττων καθʼ Ἡράκλειτον, ἐν ᾗ τὰς διαφορὰς καὶ τὰς ἑτερότητας ὁ μιγνύων θεὸς ἔκρυψε καὶ κατέδυσεν ἐμφαίνεται δʼ ὅμως αὐτῆς τῷ μὲν ἀλόγῳ τὸ ταραχῶδες, τῷ δὲ λογικῷ τὸ εὔτακτον, ταῖς δʼ αἰσθήσεσι τὸ κατηναγκασμένον, τῷ δὲ νῷ τὸ αὐτοκρατές. ἡ δʼ ὁριστικὴ δύναμις τὸ καθόλου καὶ τὸ ἀμερὲς διὰ συγγένειαν ἀγαπᾷ· καὶ τοὐναντίον ἡ διαιρετικὴ πρὸς τὰ καθʼ ἕκαστα φέρεται τῷ μεριστῷ· χαίρει δʼ ὅλον τῇ διὰ τὸ ταὐτὸν ἐφʼ ἃ δεῖται μεταβολῇ διὰ τὸ θάτερον. οὐχ ἥκιστα δʼ ἥ τε πρὸς τὸ καλὸν διαφορὰ καὶ τὸ αἰσχρὸν ἥ τε πρὸς τὸ ἡδὺ καὶ τὸ ἀλγεινὸν αὖθις οἵ τε τῶν ἐρώντων ἐνθουσιασμοὶ καὶ πτοήσεις καὶ διαμάχαι τοῦ φιλοκάλου πρὸς τὸ ἀκόλαστον ἐνδείκνυνται τὸ μικτὸν ἔκ τε τῆς θείας καὶ ἀπαθοῦς ἔκ τε τῆς θνητῆς καὶ περὶ τὰ σώματα παθητῆς μερίδος· ὧν καὶ αὐτὸς ὀνομάζει τὸ μὲν ἐπιθυμίαν ἔμφυτον ἡδονῶν, τὸ δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου. τὸ γὰρ παθητικὸν ἀναδίδωσιν ἐξ ἑαυτῆς ἡ ψυχή, τοῦ δὲ νοῦ μετέσχεν ἀπὸ τῆς κρείττονος ἀρχῆς ἐγγενομένου.
τῆς δὲ διπλῆς κοινωνίας ταύτης οὐδʼ ἡ περὶ τὸν οὐρανὸν ἀπήλλακται φύσις, ἀλλʼ ἑτερορρεποῦσα νῦν μὲν ὀρθοῦται τῇ ταὐτοῦ περιόδῳ κράτος ἐχούσῃ καὶ διακυβερνᾷ τὸν κόσμον· ἔσται δέ τις χρόνου μοῖρα καὶ γέγονεν ἤδη πολλάκις, ἐν τὸ μὲν φρόνιμον ἀμβλύνεται καὶ καταδαρθάνει λήθης ἐμπιπλάμενον τοῦ οἰκείου, τὸ δὲ σώματι σύνηθες ἐξ ἀρχῆς καὶ συμπαθὲς ἐφέλκεται καὶ βαρύνει καὶ ἀνελίσσει τὴν ἐν δεξιᾷ τοῦ παντὸς πορείαν, ἀναρρῆξαι δʼ οὐ δύναται παντάπασιν, ἀλλʼ ἀνήνεγκεν αὖθις τὰ βελτίω καὶ ἀνέβλεψε πρὸς τὸ παράδειγμα θεοῦ συνεπιστρέφοντος καὶ συναπευθύνοντος. οὕτως ἐνδείκνυται πολλαχόθεν ἡμῖν τὸ μὴ πᾶν ἔργον εἶναι
θεοῦ τὴν ψυχὴν ἀλλὰ σύμφυτον ἔχουσαν ἐν ἑαυτῇ τὴν τοῦ κακοῦ μοῖραν ὑπʼ ἐκείνου διακεκοσμῆσθαι, τῷ μὲν ἑνὶ τὴν ἀπειρίαν ὁρίσαντος, ἵνʼ οὐσία γένηται πέρατος μετασχοῦσα, τῇ δὲ ταὐτοῦ καὶ τῇ ἑτέρου δυνάμει τάξιν καὶ μεταβολὴν καὶ διαφορὰν καὶ ὁμοιότητα συμμίξαντος, πᾶσι δὲ τούτοις, ὡς ἀνυστὸν ἦν, κοινωνίαν πρὸς ἄλληλα καὶ φιλίαν ἐργασαμένου διʼ ἀριθμῶν καὶ ἁρμονίας.