Platonicae quaestiones

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

τούτων δὲ μάλιστα τῆς Πλάτωνος ἁπτομένων δόξης, ἐπίστησον εἰ κἀκεῖνο λεχθήσεται πιθανῶς· ὅτι, δυεῖν ὄντοιν ἐξ ὧν ὁ κόσμος συνέστηκε, σώματος καὶ ψυχῆς, τὸ μὲν οὐκ ἐγέννησε θεὸς ἀλλά, τῆς ὕλης παρασχομένης, ἐμόρφωσε καὶ συνήρμοσε, πέρασιν οἰκείοις καὶ σχήμασι δήσας καὶ ὁρίσας τὸ ἄπειρον ἡ δὲ ψυχή, νοῦ μετασχοῦσα καὶ λογισμοῦ καὶ ἁρμονίας, οὐκ ἔργον ἐστὶ τοῦ θεοῦ μόνον ἀλλὰ καὶ μέρος, οὐδʼ ὑπʼ αὐτοῦ ἀλλὰ καὶ ἀπʼ αὐτοῦ καὶ ἐξ αὐτοῦ γέγονεν.

Ἐν τῇ Πολιτείᾳ, τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα, πάλιν τέμνων ἑκάτερον τμῆμα εἰς δύο ἀνὰ τὸν αὐτὸν λόγον, τὸ τε τοῦ ὁρωμένου γένος καὶ τὸ τοῦ νοουμένου περὶ τὰ πάντα ποιήσας τοῦ μὲν νοητοῦ πρῶτον ἀποφαίνει τὸ περὶ τὰ πρῶτα εἴδη, δεύτερον τὸ μαθηματικὸν τοῦ δʼ αἰσθητοῦ πρῶτον μὲν τὰ στερέμνια σώματα, δεύτερον δὲ τὰς εἰκόνας καὶ τὰ εἴδωλα τούτων καὶ κριτήριον ἑκάστῳ τῶν τεττάρων ἀποδίδωσιν ἴδιον, νοῦν μὲν τῷ πρώτῳ διάνοιαν δὲ τῷ μαθηματικῷ, τοῖς δʼ αἰσθητοῖς πίστιν, εἰκασίαν δὲ τοῖς περὶ τὰ εἴδωλα καὶ τὰς εἰκόνας. τί οὖν διανοηθεὶς εἰς ἄνισα τμήματα τὸ πᾶν ἔτεμε; καὶ πότερον

τῶν τμημάτων, τὸ νοητὸν ἢ τὸ αἰσθητόν, μεῖζόν ἐστιν; αὐτὸς γὰρ οὐ δεδήλωκε.

δόξει δʼ αὐτόθεν μὲν εἶναι μεῖζον τὸ αἰσθητόν· ἡ γὰρ ἀμέριστος οὐσία καὶ κατὰ ταὐτὸν ὡσαύτως ἔχουσα τῶν νοητῶν ἐστιν εἰς βραχὺ συνηγμένη καὶ καθαρόν, ἡ δὲ σκεδαστὴ περὶ τὰ σώματα καὶ περιπλανὴς τὸ αἰσθητὸν παρέσχεν. ἔτι τὸ μὲν ἀσώματον πέρατος οἰκεῖον, τὸ δὲ σῶμα τῇ ὕλῃ μὲν ἄπειρον καὶ ἀόριστον, αἰσθητὸν δὲ γιγνόμενον, ὅταν ὁρισθῇ μετοχῇ τοῦ νοητοῦ. ἔτι, καθάπερ αὐτῶν τῶν αἰσθητῶν ἕκαστον εἰκόνας ἔχει πλείους καὶ σκιὰς καὶ εἴδωλα καὶ ὅλως; ἀφʼ ἑνὸς παραδείγματος πάμπολλα μιμήματα γίγνεσθαι καὶ φύσει καὶ τέχνῃ δυνατόν ἐστιν, οὕτως ἀνάγκη τὰ ἐνταῦθα τῶν ἐκεῖ πλήθει διαφέρειν κατὰ τὸν Πλάτωνα παραδείγματα καὶ ἰδέας τὰ νοητὰ τῶν αἰσθητῶν ὥσπερ εἰκόνων ἢ ἐμφάσεων ὑποτιθέμενον. ἔτι τῶν εἰδῶν νόησιν ἐξ ἀφαιρέσεως καὶ περικοπῆς σώματος ἐπάγει, τῇ τῶν μαθημάτων τάξει καταβιβάζων ἀπὸ τῆς ἀριθμητικῆς ἐπὶ γεωμετρίαν, εἶτα μετὰ ταύτην ἐπʼ ἀστρολογίαν, ἐπὶ πάσαις δὲ τὴν ἁρμονικὴν τιθείς· γίγνεται μὲν γὰρ τὰ μὲν γεωμετρούμενα, τοῦ ποσοῦ μέγεθος προσλαβόντος τὰ δὲ στερεά, τοῦ μεγέθους βάθος· τὰ δʼ ἀστρολογούμενα, τοῦ στερεοῦ κίνησιν· τὰ δʼ ἁρμονικά, τῷ κινουμένῳ σώματι φωνῆς προσγενομένης. ὅθεν ἀφαιροῦντες φωνὴν μὲν τῶν κινουμένων κίνησιν δὲ τῶν στερεῶν βάθος δὲ τῶν

ἐπιπέδων, μέγεθος δὲ τῶν ποσῶν, ἐν αὐταῖς γενησόμεθα ταῖς νοηταῖς ἰδέαις, οὐδεμίαν διαφορὰν ἐχούσαις πρὸς ἀλλήλας κατὰ τὸ ἓν καὶ μόνον νοούμενον. οὐ γὰρ ποιεῖ μονὰς ἀριθμόν, ἂν· μὴ τῆς ἀπείρου δυάδος ἅψηται· ποιήσασα δʼ οὕτως ἀριθμόν, εἰς στιγμὰς εἶτα γραμμὰς ἐκ δὲ τούτων εἰς ἐπιφανείας καὶ βάθη καὶ σώματα πρόεισι καὶ σωμάτων ποιότητας ἐν πάθεσι γιγνομένων. ἔτι τῶν μὲν νοητῶν ἓν κριτήριον ὁ νοῦς· καὶ γὰρ ἡ διάνοια νοῦς · ἐστιν ἐν τοῖς μαθηματικοῖς ὥσπερ ἐν κατόπτροις ἐμφαινομένων τῶν νοητῶν. ἐπὶ δὲ τὴν τῶν σωμάτων γνῶσιν ὑπὸ πλήθους πέντε δυνάμεις καὶ διαφορὰς αἰσθητηρίων ἡ φύσις ἔδωκεν ἡμῖν· καὶ οὐ πάντα φωρᾶται ταύταις ἀλλʼ ἐκφεύγει πολλὰ διὰ μικρότητα τὴν αἴσθησιν. ἔτι, ὥσπερ ἡμῶν ἑκάστου συνεστῶτος ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος μικρόν ἐστι τὸ ἡγεμονικὸν καὶ νοερὸν ἐν πολλῷ τῷ τῆς σαρκὸς ὄγκῳ κεκρυμμένον, οὕτως εἰκὸς ἔχειν ἐν τῷ παντὶ τὸ νοητὸν πρὸς τὸ αἰσθητόν. καὶ γὰρ ἄρχει τὰ νοητὰ τῶν σωματικῶν, ἀρχῆς δὲ πάσης πλέον τὸ ἐξ αὐτῆς καὶ μεῖζον.

πρὸς δὲ τοὐναντίον εἴποι τις ἂν πρῶτον, ὅτι συγκρίνοντες τὰ αἰσθητὰ τοῖς νοητοῖς τρόπον τινὰ τὰ θνητὰ τοῖς θείοις ἐξισοῦμεν ὁ γὰρ θεὸς ἐν τοῖς νοητοῖς. ἔπειτα πανταχοῦ δήπου τὸ περιεχόμενον ἔλαττόν ἐστι τοῦ περιέχοντος, ἡ δὲ τοῦ παντὸς φύσις τῷ νοητῷ περιέχει τὸ αἰσθητόν· ὁ γὰρ θεός

τὴν ψυχὴν εἰς τὸ μέσον θεὶς διὰ παντὸς τʼ ἔτεινε καὶ ἔξωθεν τὰ σώματα αὐτῇ περιεκάλυψεν. ἔστι δʼ ἀόρατος ἡ ψυχὴ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀναίσθητος ὡς ἐν τοῖς Νόμοις εἴρηται· διὸ καὶ φθαρτὸς ἡμῶν εἷς ἕκαστός ἐστιν, ὁ δὲ κόσμος οὐ φθαρησόμενος· ἡμῶν μὲν γὰρ ἑκάστου τὴν ζωτικὴν δύναμιν ἐντὸς περιέχει τὸ θνητοειδὲς καὶ διαλυτόν, ἐν δὲ τῷ κόσμῳ τοὐναντίον, ὑπὸ τῆς κυριωτέρας ἀρχῆς καὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης ἀεὶ σῴζεται τὸ σωματικὸν ἐν μέσῳ περιεχόμενον. καὶ μὴν ἀμερές γε λέγεται καὶ ἀμέριστον τὸ μὲν σῶμα μικρότητι, τὸ δʼ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικρινὲς καὶ καθαρὸν ἁπάσης στερεότητος καὶ διαφορᾶς. καὶ ἄλλως εὔηθές ἐστι τοῖς σωματικοῖς τεκμαίρεσθαι περὶ τῶν ἀσωμάτων. τὸ γοῦν νῦν ἀμερὲς μὲν καλεῖται καὶ ἀμέριστον, ἅμα δὲ πανταχοῦ ἐνέστηκε καὶ οὐδὲν αὐτοῦ τῆς οἰκουμένης μέρος ἔρημόν ἐστιν, ἀλλὰ καὶ πάθη πάντα καὶ πράξεις φθοραί τε πᾶσαι καὶ γενέσεις αἱ ὑπὸ τὸν κόσμον ἐν τῷ νῦν περιέχονται. κριτήριον δὲ τοῦ νοητοῦ μόνον ἐστὶν ὁ νοῦς, ὡς φωτὸς ὄψις, διʼ ἁπλότητα καὶ ὁμοιότητα· τὰ δὲ σώματα, πολλὰς διαφορὰς ἔχοντα καὶ ἀνομοιότητας, ἄλλα ἄλλοις κριτηρίοις ὥσπερ ὀργάνοις ἁλίσκεσθαι πέφυκεν. ἀλλὰ μὴν
οὐδὲ τῆς ἐν ἡμῖν νοητῆς καὶ νοερᾶς δυνάμεως καταφρονοῦσιν ὀρθῶς· πολλὴ γὰρ οὖσα καὶ μεγάλη περίεστι παντὸς τοῦ αἰσθητοῦ καὶ μέχρι τῶν θείων ἐξικνεῖται. τὸ δὲ μέγιστον αὐτὸς ἐν Συμποσίῳ διδάσκων, πῶς δεῖ τοῖς ἐρωτικοῖς χρῆσθαι, μετάγοντα τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν καλῶν ἐπὶ τὰ νοητά, παρεγγυᾷ μήτε σώματός τινος μήτε ἐπιτηδεύματος μήτʼ ἐπιστήμης κάλλει μιᾶς ὑποτετάχθαι καὶ δουλεύειν, ἀλλʼ ἀποστάντα τῆς περὶ ταῦτα μικρολογίας ἐπὶ τὸ πολὺ τοῦ καλοῦ πέλαγος τρέπεσθαι

Τί δήποτε, τὴν ψυχὴν ἀεὶ πρεσβυτέραν ἀποφαίνων τοῦ σώματος αἰτίαν τε τῆς ἐκείνου γενέσεως καὶ ἀρχήν, πάλιν φησὶν οὐκ ἂν γενέσθαι ψυχὴν ἄνευ σώματος οὐδὲ νοῦν ἄνευ ψυχῆς, ἀλλὰ ψυχὴν μὲν ἐν σώματι νοῦν δʼ ἐν τῇ ψυχῇ; δόξει γὰρ τὸ σῶμα καὶ εἶναι καὶ μὴ εἶναι, συνυπάρχον ἅμα τῇ ψυχῇ καὶ γεννώμενον ὑπὸ τῆς ψυχῆς·

ἦ τὸ πολλάκις ὑφʼ ἡμῶν λεγόμενον ἀληθὲς ἐστιν; ἡ μὲν γὰρ ἄνους ψυχὴ καὶ τὸ ἄμορφον σῶμα συνυπῆρχον ἀλλήλοις ἀεὶ καὶ οὐδέτερον αὐτῶν γένεσιν ἔσχεν οὐδʼ ἀρχήν· ἐπεὶ δʼ ἡ ψυχὴ νοῦ μετέλαβε καὶ ἁρμονίας, καὶ γενομένη διὰ συμφωνίας ἔμφρων μεταβολῆς αἰτία γέγονε τῇ ὕλῃ καὶ κρατήσασα ταῖς αὑτῆς κινήσεσι τὰς ἐκείνης ἐπεσπάσατο καὶ ἐπέστρεψεν, οὕτω τὸ σῶμα τοῦ κόσμου γένεσιν

ἔσχεν ὑπὸ τῆς ψυχῆς, καὶ κατασχηματιζόμενον καὶ συνομοιούμενον. οὐ γὰρ ἐξ αὑτῆς ἡ ψυχὴ τὴν τοῦ σώματος ἐδημιούργει φύσιν οὐδʼ ἐκ τοῦ μὴ ὄντος, ἀλλʼ ἐκ σώματος ἀτάκτου καὶ ἀσχηματίστου σῶμα τεταγμένον ἀπειργάσατο καὶ πειθήνιον. ὥσπερ οὖν, εἰ φαίη τις ἀεὶ τὴν τοῦ σπέρματος δύναμιν εἶναι μετὰ σώματος, γεγονέναι μέντοι τὸ σῶμα τῆς συκῆς ἢ τῆς ἐλαίας ὑπὸ σπέρματος, οὐδὲν ἐρεῖ διάφωνον αὐτὸ γὰρ τὸ σῶμα, κινήσεως αὐτῷ καὶ μεταβολῆς ὑπὸ τοῦ σπέρματος ἐγγενομένης, ἔφυ τοιοῦτο καὶ διεβλάστησεν οὕτως ἡ ἄμορφος ὕλη καὶ ἀόριστος ὑπὸ τῆς ψυχῆς ἐνούσης σχηματισθεῖσα μορφὴν ἔσχε τοιαύτην καὶ διάθεσιν.

Διὰ τί, τῶν μὲν εὐθυγράμμων τῶν δὲ κυκλικῶν σωμάτων καὶ σχημάτων ὄντων, τὰς τῶν εὐθυγράμμων ἀρχὰς ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον καὶ τὸ σκαληνόν· ὧν τὸ μὲν τὸν κύβον συνέστησε γῆς στοιχεῖον ὄντα, τὸ δὲ σκαληνὸν τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον, τὸ μὲν πυρὸς σπέρμα τὸ δʼ ἀέρος τὸ δʼ ὕδατος γενόμενον· τὸ δὲ τῶν κυκλικῶν ὅλως παρῆκε, καίτοι μνησθεὶς τοῦ σφαιροειδοῦς, ἐν οἷς φησι τῶν κατηριθμημένων σχημάτων ἕκαστον σώματος περιφεροῦς εἰς ἴσα διανεμητικὸν εἶναι;

πότερον, ὡς ὑπονοοῦσιν ἔνιοι, τὸ δωδεκάεδρον τῷ σφαιροειδεῖ προσένειμεν, εἰπὼν ὅτι τούτῳ πρὸς

τὴν τοῦ παντὸς ὁ θεὸς κατεχρήσατο φύσιν ἐκεῖνο διαζωγραφῶν. καὶ γὰρ μάλιστα τῷ πλήθει τῶν στοιχείων ἀμβλύτητι δὲ τῶν γωνιῶν τὴν εὐθύτητα διαφυγὸν εὐκαμπές ἐστι, καὶ τῇ περιτάσει καθάπερ αἱ δωδεκάσκυτοι σφαῖραι κυκλοτερὲς γίγνεται καὶ περιληπτικόν· ἔχει γὰρ εἴκοσι γωνίας στερεάς, ὧν ἑκάστην ἐπίπεδοι περιέχουσιν ἀμβλεῖαι τρεῖς ἑκάστη γὰρ ὀρθῆς ἐστι καὶ πέμπτου μορίου· συνήρμοσται δὲ καὶ συμπέπηγεν ἐκ δώδεκα πενταγώνων ἰσογωνίων καὶ ἰσοπλεύρων, ὧν ἕκαστον ἐκ τριάκοντα τῶν πρώτων σκαληνῶν τριγώνων συνέστηκε· διὸ καὶ δοκεῖ τὸν ζῳδιακὸν ἅμα καὶ τὸν ἐνιαυτὸν ἀπομιμεῖσθαι ταῖς διανομαῖς τῶν μοιρῶν ἰσαρίθμοις οὔσαις.

ἢ πρότερόν ἐστι κατὰ φύσιν τὸ εὐθὺ τοῦ περιφεροῦς, μᾶλλον δʼ ὅλως; πάθος τι τῆς εὐθείας ἡ περιφερής; κάμπτεσθαι γὰρ λέγεται τὸ ὀρθόν καὶ ὁ κύκλος γράφεται κέντρῳ καὶ διαστήματι· τοῦτο δʼ ἐστὶν εὐθείας τόπος, ὑφʼ ἧς καὶ μετρεῖται· τὸ γὰρ περιέχον ἐκ τοῦ μέσου πανταχόθεν ἴσον ἀφέστηκε. γεννᾶται δὲ καὶ κῶνος καὶ κύλινδρος ἀπʼ εὐθυγράμμων, ὁ μὲν τριγώνου περὶ μίαν πλευρὰν μένουσαν τῇ ἑτέρᾳ πλευρᾷ καὶ τῇ βάσει περιενεχθέντος· ὁ δὲ κύλινδρος παραλληλογράμμου ταὐτὸ τοῦτο παθόντος. ἔτι τῆς μὲν ἀρχῆς ἐγγυτέρω τὸ ἔλαττον, ἐλαχίστη δὲ πασῶν ἡ εὐθεῖα· τῆς γὰρ περιφεροῦς τὸ μὲν ἐντός ἐστι κοῖλον κυρτὸν δὲ τὸ ἐκτός. ἔτι

τῶν σχημάτων οἱ ἀριθμοὶ πρότεροι, καὶ γὰρ ἡ μονὰς τῆς στιγμῆς· ἔστι γὰρ ἡ στιγμὴ μονὰς ἐν θέσει. καὶ μὴν ἡ μονὰς τρίγωνός ἐστι· πᾶς γὰρ τρίγωνος ἀριθμὸς ὀκτάκις γενόμενος καὶ μονάδα προσλαβὼν γίγνεται τετράγωνος· τοῦτο δὲ καὶ τῇ μονάδι συμβέβηκε· πρότερον οὖν τοῦ κύκλου τὸ τρίγωνον· εἰ δὲ τοῦτο, καὶ εὐθεῖα τῆς περιφεροῦς. ἔτι τὸ στοιχεῖον εἰς οὐδὲν διαιρεῖται τῶν συνισταμένων ἐξ αὐτοῦ, τοῖς δʼ ἄλλοις εἰς τὸ στοιχεῖον ἡ διάλυσις. εἰ τοίνυν τὸ μὲν τρίγωνον εἰς οὐδὲν περιφερὲς διαλύεται, τὸν δὲ κύκλον εἰς τέτταρα τρίγωνα τέμνουσιν αἱ δύο διάμετροι, πρότερον ἂν τῇ φύσει καὶ στοιχειωδέστερον εἴη τοῦ κυκλικοῦ τὸ εὐθύγραμμον. ὅτι τοίνυν προηγούμενον μέν ἐστι τὸ εὐθύγραμμον, τὸ δὲ κυκλικὸν ἐπιγιγνόμενον καὶ συμβεβηκός, αὐτὸς ὁ Πλάτων ἐνεδείξατο· τὴν γὰρ γῆν ἐκ κύβων συστησάμενος, ὧν ἕκαστον εὐθύγραμμοι περιέχουσιν ἐπιφάνειαι, σφαιροειδὲς αὐτῆς γεγονέναι τὸ σχῆμά φησι καὶ στρογγύλον. ὥστʼ οὐδὲν ἔδει ποιεῖν τῶν περιφερῶν ἴδιον στοιχεῖον, εἰ καὶ τοῖς εὐθυγράμμοις πρὸς ἄλληλά πως συναρμοττομένοις ὁ σχηματισμὸς οὗτος ἐπιγίγνεσθαι πέφυκεν.

ἔτι, εὐθεῖα μὲν ἥ τε μείζων ἥ τε μικροτέρα τὴν αὐτὴν εὐθύτητα διατηρεῖ, τὰς δὲ τῶν κύκλων περιφερείας, ἂν ὦσι σμικρότεραι, καμπυλωτέρας καὶ σφιγγομένας τῇ κυρτότητι μᾶλλον ὁρῶμεν· ἂν δὲ μείζους, ἀνειμένας· ἱστάμενοι γοῦν κατὰ τὴν κυρτὴν

περιφέρειαν οἱ μὲν κατὰ σημεῖον οἱ δὲ κατὰ γραμμὴν ἅπτονται τῶν ὑποκειμένων ἐπιπέδων· ὥστʼ ὑπονοήσειεν ἄν τις εὐθείας κατὰ μικρὰ πολλὰς συντιθεμένας τὴν περιφερῆ γραμμὴν ἀποτελεῖν.

ὅρα δὲ μὴ τῶν ἐνταῦθα κυκλικῶν καὶ σφαιροειδῶν οὐδέν ἐστιν ἀπηκριβωμένον, ἀλλʼ ἐντάσει καὶ περιτάσει τῶν εὐθυγράμμων ἢ μικρότητι τῶν μορίων τῆς διαφορᾶς λανθανούσης ἐπιφαίνεται τὸ στρογγύλον καὶ κυκλοειδές ὅθεν οὐδὲ κινεῖται φύσει τῶν ἐνταῦθα σωμάτων ἐγκυκλίως οὐδὲν ἀλλʼ ἐπʼ εὐθείας ἅπαντα· τὸ δʼ ὄντως σφαιροειδὲς; οὐκ ἔστιν αἰσθητοῦ σώματος ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ στοιχεῖον, οἷς καὶ τὴν κυκλοφορικὴν κίνησιν ὡς προσήκουσαν κατὰ φύσιν ἀποδίδωσιν.

Πῶς ποτε ἐν τῷ Φαίδρῳ λέγεται τὸ τὴν τοῦ πτεροῦ φύσιν, ὑφʼ ἧς ἄνω τὸ ἐμβριθὲς ἀνάγεται, κεκοινωνηκέναι μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου;

πότερον ὅτι περὶ ἔρωτος ὁ λόγος ἐστί, κάλλους δὲ τοῦ περὶ τὸ σῶμα ὁ ἔρως, τὸ δὲ κάλλος ὁμοιότητι τῇ πρὸς τὰ θεῖα κινεῖ καὶ ἀναμιμνήσκει τὴν ψυχήν· ἢ μᾶλλον οὐδὲν περιεργαστέον ἀλλʼ ἁπλῶς ἀκουστέον ὅτι, τῶν περὶ τὸ σῶμα τῆς ψυχῆς δυνάμεων πλειόνων οὐσῶν, ἡ διαλογιστικὴ καὶ διανοητικὴ μάλιστα τοῦ θείου κεκοινώνηκεν, ἣν τῶν θείων

καὶ οὐρανίων ἔφησεν; ἣν οὐκ ἀπὸ τρόπου πτερὸν προσηγόρευσεν, ὡς τὴν ψυχὴν ἀπὸ τῶν ταπεινῶν καὶ θνητῶν ἀναφέρουσαν.