De esu carnium I
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἀλλὰ σὺ μὲν ἐρωτᾷς; τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας, ἐγὼ δὲ θαυμάζω καὶ τίνι πάθει καὶ ποίᾳ ψυχῇ ἢ λόγῳ ὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκός· καὶ νεκρῶν σωμάτων καὶ ἑώλων προθέμενος τραπέζας ὄψα καὶ τρυφὰς καὶ προσέτι εἰπεῖν τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα· πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν πῶς τὴν γεῦσιν οὐκ ἀπέτρεψεν ὁ μολυσμὸς ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων χυμοὺς· καὶ ἰχῶρας ἀπολαμβάνουσαν.
τοῦτο πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων ἔτι, καὶ διδάσκοντα ἀφʼ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων, καὶ διαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις· τούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον
- εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖς ἐμεμύκει
- ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνὴ
ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδʼ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτʼ ἦλθον· ἀλλʼ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν; ὅσα τρυγᾶται; ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν; ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δʼ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον
ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ λίμναισιν ἄμορφα καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο· φορᾶς δʼ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας· ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδʼ ὥρας ἐτησίους σπόρος οὐκ ὢν τότʼ ἀνέμενε.. τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτʼ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν; βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφʼ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες· ἐκείνην ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δʼ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος. ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων; τί καταψεύδεσθε τῆς γῆς ὡς· τρέφειν μὴ δυναμένης; τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες; οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες; ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δʼ ὄψον ἐστίν.
- ἔχων δρόμον ἠὼ
- καὶ δύσιν ἔκρινεν, περὶ δʼ ἢγαγεν αὖθις ὀπίσσω
- καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν
- ὥρας· γῆ δʼ ὕβριστο
οὐ γὰρ δὴ λέοντὰς γʼ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δʼ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν. ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλʼ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης· ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτʼ
ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων. τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δίʼ ἐλέγχῳ καὶ κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλʼ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι· εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου. καὶ δημηγόρου τινὸς ὁρῶν.ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν. εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου
λέγοντος οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο.ἄλογον γὰρ εἶναί φαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς· κατασκευῆς. οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ὑ ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης; ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες ἀλλʼ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν. εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον, ἀλλʼ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει· ἀλλά, ὡς
λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα ἐσθίουσι φονεύουσιν, ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα. εἰ δʼ ἀναμένεις νεκρὸν γενέσθαι τὸ αἰσθόμενον καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον; ἀλλʼ οὐδʼ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλʼ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵνʼ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον. καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος τῷ πανδοκεῖ σκευάσαι παρέδωκεν· αἰτοῦντος δʼ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, ἀλλʼ εἰ ταῦτʼ εἶχον εἶπεν οὐκ ἂν ἰχθὺν ἐπριάμην ἡμεῖς δʼ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστʼ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ̓ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄντως ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ ὄξος νεκρὸν ἐνταφιάζοντες. καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας.Διογένης δʼ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν,
ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν· καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας ὑπὲρ ὑμῶν φησὶν ἐγὼ παραβάλλομαι καὶ προκινδυνεύω καλόν, ὦ Ζεῦ, κίνδυνον οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ; οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι τοῖς σώμασι γίγνονται παρὰ φύσιν, ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν· οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσαγορεύουσιν· οὗτοι δʼ αὖ συ --- καὶ ὁ Μένανδρος οἳ γνάθους ἔχουσι, καὶ ὁ Πίνδαρος γνῶναὶ τʼ ἔπειτα αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη κατὰ τὸν Ἡράκλειτον· οἱ κενοὶ πίθοι κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρι οὗ ἐμφράξῃ καὶ τυφλώσῃ τις τῇ χειρὶ τῆς· πληγῆς περιφερομένης ἐπιλαμβανόμενος· ὀφθαλμὸς; ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον διʼ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθαίνοντα ταῖς αὐγαῖς ὁρῶμεν. οὕτω δὴ καὶ διὰ σώματος θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσα ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης.χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι; τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον, οὕτω πρὸς ἀλλότρια κακὰ καὶ ἀσύμφυλα διακείμενος καὶ πράως καὶ φιλανθρώπως; ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος περὶ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν οὐκ ἔστι δέ, οἶμαι, χείρων ὁ ζῶντα βασανίζων τοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος· ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν
παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα. καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον· τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δειλοῖς, φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν ἀρχὴν τοῦ δόγματος; ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν, ὥσπερ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρει ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης. οὐ χεῖρον δʼ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους· --- ἀλληγορεῖ γὰρ ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνητοῖς ἐνδέδενται. καίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι· τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπʼ αὐτὸν τολμήματα, κολάσεις τε τούτων καὶ κεραυνώσεις γευσαμένων τοῦ φόνου, ᾐνιγμένος ἐστὶ μῦθος εἰς τὴν παλιγγενεσίαν· τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, καὶ τοῦτʼ ἔστι κολαζομένου καὶ δίκην διδόντος.