De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. ἀλλʼ οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτοπον πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε καὶ παρῆλθε τῶν ἐνάλων. ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελιδόνας ἢ τῷ φιλάνδρῳ πελειάδας; ἢ τῷ τεχνικῷ παραβάλλειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δʼ ἀλκυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύμονα καὶ ἀσάλευτον. ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ οὕτω φιλοῦσιν ἄνθρωποι, διʼ ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφαλεστέραν ἔχοντες. εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε μὴ καθʼ ἕνα καιρὸν ἀλλὰ διʼ ἔτους συνεῖναι καὶ προσδέχεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν οὐ διὰ τὸ ἀκόλαστον ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν ἀλλʼ ὑπʼ εὐνοίας ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα
γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς· ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι τῆς σωτηρίας τῶν γεννωμένων συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελιδόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρεσιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι καὶ τὸ κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες οἱ ἓξ πόδες εἰς ἑξάγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν· ἡ δʼ ἀλκυὼν ἓν ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπʼ αὐτῆς μᾶλλον δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκίδας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρόκην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγωγαῖς διʼ ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογγύλον ἐνήρεμον, πρόμηκες ἐκ τοῦ σχήματος, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι, χαλώμενον ὁρῶσαν ὑπὸ τῆς πληγῆς τὰ δʼ ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. οὐδενὸς δʼ ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος πεποίηται γὰρ αὐτὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δʼ ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν εἴσω μήτε τῆς γῆς μήτε τῆς θαλάττης. οἶμαι μὲν οὖν μηδένα ὑμῶν ἀθέατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θιγόντι παρίσταται λέγειν καὶ ᾄδειντὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. ἵλεως δʼ ὁ θεὸς εἴη καὶ πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος, εὐμενῶς καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τί --- Ἀπολλων συθ οὐδὲ τριγλοβο --- δὴ γινώσκοντα --- Ἀφροδίτην ὁμου --- κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι.
- Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ