De sollertia animalium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

ΦΑΙΔΙΜΟΣ. ἀλλʼ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δʼ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δʼ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλʼ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δʼ αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν

γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλʼ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ· στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα 20 τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.