De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΦΑΙΔΙΜΟΣ. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δʼ
ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετʼ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατʼ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλʼ ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδʼ ἀναίσθητον οὐδʼ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπʼ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος ἢ θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐ τοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δʼ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.