De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαριθμεῖν καὶ ῥυθμίζειν παρέχοντες ἐμοὶ δοκοῦσι, προδικεῖν καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτεστιν αὐτοῖς· καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα καταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδʼ ὅσον ὠρύσασθαι μέτεστιν οὐδʼ ὅσον στενάξαι φωνῆς. τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρτυροῦσι, τὰ ἣδιστα ποιήματα καὶ μέλη μέλεσι κύκνων καὶ ἀηδόνων ᾠδαῖς ἀπεικάζοντες, ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον, ἤδη πειστέον Ἀριστοτέλει λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾅδειν προδιδάσκουσαν. μαρτυρεῖ δʼ αὐτῷ τὸ φαυλότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι διδάσκονται
γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων. κουρεὺς γάρ τις ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦσιν Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλʼ αὑτὴν ἐθίζουσα καὶ φιλοτιμουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδʼ ἀμίμητον. ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς, καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπιστάσεως, εὐδοκιμοῦντες οἱ σαλπικταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνήν, τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκροάμα τοῖς συνήθως παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, ἦν δʼ ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. ἦν δʼ οὐδέτερα τούτων, ἀλλʼ ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ· παλαιῶν μιμημάτων ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρουμάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς. πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δʼ εἶναι θανασίμου, τὸν τʼ ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. ἐπεὶ δὲ τὸν καιρὸν ἐκ τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶτον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμενος, καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυμασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει· καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ Μαρκέλλου θεάτρῳ συμπαθεῖς γενέσθαι.