De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας. ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν ὅταν οὖν τις εἰσολίσθῃ, πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γενέσθαι τὴν ἔκβασιν. ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ καὶ τὸν ἣλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος;. ὅθεν καὶ θεοφιλέστατὸν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης καί τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετʼ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας.· οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας ἢδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δʼ ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι κἂν λάβωσιν ὁτιοῦν, ἀνακαλοῦνται,
μόσχου μυκήματι τὸ βρύχημα ποιοῦντες ὅμοιον· οἱ δʼ εὐθὺς αἰσθάνονται καὶ παραγενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν,