De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ΑΥΤΟΒΟΥΛΟΣ. τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ἀγαθόν ποιητήν ἔφη νέων ψυχὰς κακκονῆν ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρʼ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα, κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος· οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος.
ΣΩΚΛΑΡΟΣ. ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ̓ ἣσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον
- ἦ βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ
- ποικιλίᾳ πραπίδων
- δεινὰ μὲν φῦλα πόντου
- χθονίων τʼ ἀερίων τε
- δάμναται βουλεύματα.ʼ
ΑΥΤΟΒΟΥΛΟΣ.. καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπʼ ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. εἶθʼ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ
δεύτερος ὁμοίως καὶ τρίτος· ἐκ τούτου δὲ κατὰ μικρὸν ἢδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν· οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε 1 καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· τιθασὸν δὲ χῆνα καὶ περιστεράν, ἐφέστιον οἰκέτιν τὸ Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλʼ ἐφʼ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον· ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις. ἀποφηνάμενοι γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδʼ ἄχαριν τοῖς θηρατικοῖς νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἥν, ὡς ἔοικε, σήμερον βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς, ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης.. ΣΩΚΛ.ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. ἀλλʼ εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.ΑΥΤ. Τίς δέ, ὦ φίλε Σώκλαρε, τοῦτʼ ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον
φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δʼ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δʼ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορροπούσας. εἰ δʼ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικὸν τὸ δʼ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δʼ ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν οὐδʼ οὗτος ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δʼ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομένους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς, λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν· ἀλλʼ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δʼ ἀλλοτρίων, οὐδʼ ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει τὰς δʼ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν ἀλλʼ ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτʼ ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων οὔτʼ ὤτων· αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστίν, ἀποδεικνύων ὡς οὐδʼ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκταιὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διὸ καὶ Κλεομένης ὁ βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν, οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν. ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τάλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἢδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζόμενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσι κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδονῆς δὲ τῆ μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ διʼ ὀμμάτων γοητεία· χρῶνται δʼ ἑκατέροις ἐπὶ τὰ θηρία. κηλοῦνται μὲν γὰρ ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. ὁ δʼ ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθʼ ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους εὖ διαφέρειν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθʼ ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καί ὡσανεὶ παρασκευάζεσθαι τὴν χελιδόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσανεὶ φοβεῖσθαι τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς λέγουσι μήτʼ βλέπειν μήτʼ ἀκούειν ἀλλʼ ὡσανεὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν μηδὲ φωνεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδʼ ὅλως ζῆν ἀλλʼ ὡσανεὶ ζῆν· ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.
- νοῦς ὁρῇ καὶ καὶ ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά·