De primo frigido
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς τε καὶ
Στράτων καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος αἰτίαν ὑποτιθέμενος. πρότερον δὲ τὰ ἐκείνων σκοπῶμεν. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχρὰν τʼ εἶναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερὸν οὕτω τῷ. θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινὸν οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν, 1 ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. ὅτι δʼ ἀὴρ τὸ πρώτως σκοτεινὸν ἐστιν, οὐδὲ τοὺς ποιητὰς; λέληθεν· ἀέρα γὰρ τὸ σκότος 1 καλοῦσινκαἴπάλιν
- ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν οὐδὲ σελήνη
- οὐρανόθεν προύφαινε·
καὶ πάλιν
- ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπʼ αἶαν
καὶ γάρ κνέφας τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα· καὶ νέφος ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη· καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἅιδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρὸς ἄλλο δʼ οὐδέν ἐστι· διὸ καὶ Τάρταρος οὗτος ὑπὸ ψυχρότητος κέκληται δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπὼν
- αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δʼ ἐπέλαμψε· μάχη δʼ ἐπὶ πᾶσα φαάνθη.
καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον.
- τάρταρά τʼ ἠερόεντα·
ἐπεὶ δʼ ἡ φθορὰ μεταβολὴ τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ πυρὸς θάνατος ἀέρος γένεσις θνήσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ διʼ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων,. τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀπο
χεόμενον. ἱκανῶς δʼ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ· πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου 1 μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος·ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται
τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.
- εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει.