De primo frigido
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδʼ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων. ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι
καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δʼ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς. καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδʼ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλʼ ἀντεξανίσταται θερμὰ δʼ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις. ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος· τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ πολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δʼ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικὸς, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφορὰν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως; ἀποφάσει νόησις 1 ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.