De primo frigido
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος·ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται
τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.
- εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει.
ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος. ἂν. δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ
φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ· μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.· τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους· οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλʼ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθʼ ἵστησιν· ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας· ἄν γὰρ μὴ πολὺς ἀλλʼ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες; τό γε τὴν ὁρμιὰν δεξόμενον. οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε. καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες. οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ. ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει· ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν. ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποδιδοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν.