De primo frigido

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

εστι τις ἆρα τοῦ ψυχροῦ δύναμις, ὦ Φαβωρῖνε, πρώτη καὶ οὐσία, καθάπερ τοῦ θερμοῦ τὸ πῦρ, ἧς παρουσίᾳ τινὶ καὶ μετοχῇ γίνεται τῶν ἄλλων ἕκαστον ψυχρόν· ἢ μᾶλλον ἡ ψυχρότης στέρησὶς ἐστι θερμότητος, ὥσπερ τοῦ φωτὸς τὸ σκότος λέγουσι καὶ τῆς κινήσεως τὴν στάσιν; ἐπεὶ καὶ τὸ ψυχρὸν ἔοικε στάσιμον εἶναι, κινητικὸν δὲ τὸ θερμόν· αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίγνονται δυνάμεως, ἀλλʼ ἐκστάσει θερμότητος· ἅμα γὰρ ἀπιοῦσα πολλὴ φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον· ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπιόντι τῷ θερμῷ συνεκπίπτει διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.

ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδʼ ἕξεις ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις, βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν αξ τοῦ γλυκέος, καὶ ὧν ἕκαστον ἑκάστῳ πέφυκεν

ἀντιδε πριιιιδο. ἀντικεῖσθαι κατὰ δύναμιν, οὐχ ὼγ ἕξει στέρησις· ἔπειθʼ ὅτι πᾶσα στέρησις ἀργόν ἐστι καὶ ἄπρακτον, ὡς τυφλότης; καὶ κωφότης καὶ σιωπὴ καὶ θάνατος; ἐκστάσεις γάρ εἰσιν εἰδῶν καὶ ἀναιρέσεις οὐσιῶν, οὐ φύσεις τινὲς οὐδʼ οὐσίαι καθʼ ἑαυτάς ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε· καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται· καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλʼ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης; τόνον. ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίγνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον οἱ δὲ Στωικοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν· ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον, ἑτέρων δὲ πολλῶν τὴν ψυχρότητα φαινομένην δημιουργὸν οὐκ ἄξιον ἡγεῖσθαι στέρησιν.

ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδʼ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων. ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι

καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δʼ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς. καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδʼ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλʼ ἀντεξανίσταται θερμὰ δʼ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις. ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος· τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ πολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δʼ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικὸς, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφορὰν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.

καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ καὶ θερμοῦ· στέρησις δʼ οὔθʼ ὁρατὸν οὔτʼ ἀκουστὸν οὔθʼ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν ὅπου δʼ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ διʼ ἁφῆς αἴσθησις ἔστιν, ἀλλʼ ὅπου μὴ γίγνεται σώματος ἁφή, κενοῦ γίγνεται νόησις οὔτε σιγῆς ἀκούομεν, ἀλλά, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δʼ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν καὶ ἀόπλων οὐκ αἴσθησις ἔστιν ἀλλʼ αἰσθήσεως; ἀποφάσει νόησις 1 ἔδει τοίνυν μὴ γίγνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλʼ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δʼ, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.

ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δʼ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δʼ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν. ἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτʼ ἄλλως τὸν προστυγχάνοντα διατίθησι τὸ δʼ ἀναφὲς καὶ

ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλʼ ὅμοιόν ἐστιν.

ἆρʼ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν, ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφʼ ὧν οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δʼ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, ἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται, κρατοῦν δὲ τοῦ ψυχροῦ διάχυσιν παρέχει καὶ ἀλέαν τῷ σώματι μεθʼ ἡδονῆς, ὅπερ Ὅμηρος ἰαίνεσθαι κέκληκεν; ἀλλὰ ταῦτά γε παντὶ δῆλα· καὶ τούτοις οὐχ ἥκιστα τοῖς πάθεσιν ἐνδείκνυται τὸ ψυχρόν, ὅτι πρὸς τὸ θερμὸν ὡς οὐσία πρὸς οὐσίαν ἢ πάθος πρὸς πάθος οὐχ ὡς ἀπόφασις ἀντίκειται καὶ στέρησις, οὐδὲ φθορὰ τίς ἐστι τοῦ θερμοῦ καὶ ἀναίρεσις ἀλλὰ φθαρτικὴ φύσις καὶ δύναμις. ἢ καὶ τὸν χειμῶνα τῶν ὡρῶν καὶ τὰ βόρεια τῶν πνευμάτων ἐξέλωμεν, ὡς στερήσεις ὄντα τῶν θερμῶν καὶ νοτίων ἰδίαν δʼ ἀρχὴν οὐκ ἔχοντα.

καὶ μὴν τεττάρων γε τῶν πρώτων ὄντων ἐν τῷ παντὶ σωμάτων, ἃ διὰ πλῆθος καὶ ἁπλότητα καὶ δύναμιν οἱ πλεῖστοι στοιχεῖα τῶν ἄλλων ὑποτίθενται καὶ ἀρχάς, πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, ἀναγκαῖόν ἐστι καὶ ποιότητας εἶναι τὰς πρώτας καὶ

ἁπλᾶς τοσαύτας. τίνες οὖν εἰσιν αὗται πλὴν θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης, αἷς τὰ στοιχεῖα πάσχειν ἅπαντα καὶ ποιεῖν πέφυκεν; ὡς δὲ τῶν ἐν γραμματικῇ στοιχείων βραχύτητὲς εἰσι καὶ μακρότητες, τῶν δʼ ἐν μουσικῇ βαρύτητες καὶ ὀξύτητες, οὐ θάτερα τῶν ἑτέρων στέρησις, οὕτως ἐν τοῖς φυσικοῖς σώμασιν ἀντιστοιχίαν ὑποληπτέον ὑγρῶν πρὸς ξηρὰ καὶ ψυχρῶν πρὸς θερμά, τὸ κατὰ λόγον ἅμα καὶ τὰ φαινόμενα διαφυλάττοντας· ἢ, καθάπερ Ἀναξιμένης ὁ παλαιὸς ᾤετο, μήτε τὸ ψυχρὸν ἐν οὐσίᾳ μήτε τὸ θερμὸν ἀπολείπωμεν, ἀλλὰ πάθη κοινὰ τῆς ὕλης ἐπιγιγνόμενα ταῖς μεταβολαῖς· τὸ γὰρ συστελλόμενον αὐτῆς καὶ πυκνούμενον ψυχρὸν εἶναί φησι· τὸ δʼ ἀραιὸν καὶ τὸ χαλαρόν, οὕτω πως ὀνομάσας καὶ τῷ ῥήματι, θερμόν. ὅθεν οὐκ ἀπεικότως λέγεσθαι τὸ καὶ θερμὰ τὸν ἄνθρωπον ἐκ τοῦ στόματος καὶ ψυχρὰ μεθιέναι ψύχεται γὰρ ἡ πνσὴ πιεσθεῖσα καὶ πυκνωθεῖσα τοῖς χείλεσιν, ἀνειμένου δὲ τοῦ στόματος ἐκπίπτουσα γίγνεται θερμὸν ὑπὸ μανότητος. τοῦτο μὲν οὖν ἀγνόημα ποιεῖται τἀνδρὸς ὁ Ἀριστοτέλης· ἀνειμένου γὰρ τοῦ στόματος ἐκπνεῖσθαι τὸ θερμὸν ἐξ ἡμῶν αὐτῶν, ὅταν δὲ συστρέψαντες τὰ χείλη φυσήσωμεν, οὐ τὸν ἐξ ἡμῶν ἀλλὰ τὸν ἀέρα τὸν πρὸ τοῦ στόματος ὠθεῖσθαι ψυχρὸν ὄντα καὶ προσεμπίπτειν.

εἰ δʼ ἀπολειπτέον οὐσίαν ψυχροῦ καὶ θερμοῦ,

προάγωμεν ἐπὶ τὸ ἑξῆς τὸν λόγον, ἥτις ἐστὶν οὐσία καὶ ἀρχὴ καὶ φύσις ψυχρότητος, ζητοῦντες· οἱ μὲν οὖν, τῶν σκαληνῶν καὶ τριγωνοειδῶν σχηματισμῶν ἐν τοῖς σώμασι κειμένων, τὸ ῥιγοῦν καὶ τρέμειν καὶ φρίττειν καὶ ὅσα συγγενῆ τοῖς πάθεσι τούτοις ὑπὸ τραχύτητος ἐγγίγνεσθαι λέγοντες, εἰ καὶ τοῖς κατὰ μέρος διαμαρτάνουσι, τὴν γοῦν ἀρχὴν ὅθεν δεῖ λαμβάνουσι δεῖ γὰρ ὥσπερ ἀφʼ ἑστίας τῆς τῶν ὅλων οὐσίας ἄρχεσθαι τὴν ζήτησιν. ᾧ καὶ μάλιστα δόξειεν ἂν ἰατροῦ καὶ γεωργοῦ καὶ αὐλητοῦ διαφέρειν ὁ φιλόσοφος. ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι 1 τὸ γὰρ ἐγγυτάτω τοῦ πάθους αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔντασις ἢ παρέμπτωσις ἐρυσίβης δʼ ἣλιοι πυριφλεγεῖς ἐπʼ ὄμβρῳ βαρύτητος δὲ κλίσις αὐλῶν καὶ συναγωγὴ πρὸς ἀλλήλους, ἱκανόν ἐστι τῷ τεχνίτῃ πρὸς τὸ οἰκεῖον ἔργον. τῷ δὲ φυσικῷ θεωρίας ἕνεκα μετιόντι τἀληθὲς ἡ τῶν ἐσχάτων γνῶσις οὐ τέλος ἐστὶν ἀλλʼ ἀρχὴ τῆς ἐπὶ τὰ πρῶτα καὶ ἀνωτάτω πορείας. διὸ καὶ Πλάτων ὀρθῶς καὶ Δημόκριτος αἰτίαν θερμότητος καὶ βαρύτητος ζητοῦντες οὐ κατέπαυσαν ἐν γῇ καὶ πυρὶ τὸν λόγον ἀλλʼ ἐπὶ τὰς νοητὰς ἀναφέροντες ἀρχὰς τὰ αἰσθητὰ μέχρι τῶν ἐλαχίστων ὥσπερ σπερμάτων προῆλθον.

οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς τε καὶ

Στράτων καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος αἰτίαν ὑποτιθέμενος. πρότερον δὲ τὰ ἐκείνων σκοπῶμεν. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχρὰν τʼ εἶναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερὸν οὕτω τῷ. θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινὸν οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν, 1 ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. ὅτι δʼ ἀὴρ τὸ πρώτως σκοτεινὸν ἐστιν, οὐδὲ τοὺς ποιητὰς; λέληθεν· ἀέρα γὰρ τὸ σκότος 1 καλοῦσιν
  1. ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν οὐδὲ σελήνη
  2. οὐρανόθεν προύφαινε·
καἴπάλιν
  1. ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπʼ αἶαν
καὶ πάλιν
  1. αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δʼ ἐπέλαμψε· μάχη δʼ ἐπὶ πᾶσα φαάνθη.
καὶ γάρ κνέφας τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα· καὶ νέφος ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη· καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἅιδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρὸς ἄλλο δʼ οὐδέν ἐστι· διὸ καὶ Τάρταρος οὗτος ὑπὸ ψυχρότητος κέκληται δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπὼν
  1. τάρταρά τʼ ἠερόεντα·
καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον.

ἐπεὶ δʼ ἡ φθορὰ μεταβολὴ τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ πυρὸς θάνατος ἀέρος γένεσις θνήσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ διʼ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων,. τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀπο

χεόμενον. ἱκανῶς δʼ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ· πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου 1 μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.

καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος·ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται

  1. εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει.
τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.

ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος. ἂν. δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ

φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ· μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.· τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους· οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλʼ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθʼ ἵστησιν· ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας· ἄν γὰρ μὴ πολὺς ἀλλʼ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες; τό γε τὴν ὁρμιὰν δεξόμενον. οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε. καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες. οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ. ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει· ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα
τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν. ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποδιδοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν.

ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος

  1. ἠέλιον μὲν λαμπρὸν ὅρα καὶ θερμὸν ἁπάντῃ,
  2. ὄμβρον δʼ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε
τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν. ὅτι δʼ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δʼ ὕδατι πάντων.. ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων. αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, οἷς δʼ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ. τῶν δʼ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι
τούτου τεκμήριον κουφότης, διʼ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν· οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν. οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον. δὲ τοῦ· ψυχροῦ. τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς· ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλʼ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ· ὕδατος ὡς διαστρέφουσαν. ἀπὸ τούτων γὰρ δικαιότερὸν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.

ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα, ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν

ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον. οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενὲς· πολλὰ γὰρ ἄμοιρα θερμότητος ὄντα μετέχει λαμπηδόνος, ἐλαφρὸν δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν.ʼ ἀλλὰ καὶ τὰ νέφη, μέχρι μὲν ἀέρος μᾶλλον προσήκει, μετεωρίζεται μεταβαλόντα δʼ εἰς ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον ἢ τὸ θερμὸν ἀποβάλλει, ψυχρότητος ἐγγιγνομένης καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ, πάλιν, ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης. καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν· οὐ γὰρ εἰς τοὐναντίον ἀλλʼ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλʼ ἀληθῶς εἶπε
  1. παύσυβριν δίκην πυρός·
Ὅμηρος δὲ τῷ ποταμῷ τὸν Ἥφαιστον καὶ τῷ Ποσειδῶνι τὸν Ἀπόλλωνα κατὰ, τὴν μάχην φυσικῶς μᾶλλον ἢ μυθικῶς ἀντέταξεν. ὁ δ̓ Ἀρχίλοχος ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε
  1. τῇ μὲν ὕδωρ ἐφόρει
  2. δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ.
ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἦν καὶ
ἀπαραίτητον, εἰ πῦρ λαβὼν ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ, εἰς τὸ ὕδωρ ἀφήσειν· ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δʼ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην. καὶ τοῦτο δὴ· τὸ πρόχειρον ἅπασι πῦρ ὕδατι μιγνύναι τὸ παροιμιαζόμενον ἐν τοῖς ἀδυνάτοις, μαρτυρεῖν ἔοικεν ὅτι τῷ πυρὶ τὸ ὕδωρ πολέμιόν ἐστι καὶ ὑπὸ τούτου φθείρεται καὶ κολάζεται σβεννύμενον, οὐχ ὑπὸ τοῦ ἀέρος τίον ὡς ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος· εἰ γὰρ αἰτία εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ ἢ τὸ ὕδωρ ἐναντίον φανεῖται; μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος; εἰς δὲ πῦρ διακρινόμενος· ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δʼ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω διʼ οἰκειότητα τὴν πρὸς, ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον. ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι. πήγνυσθαί γε μὴν ὑπὸ τοῦ ἀέρος; φάναι τὸ ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας. νέφη γὰρ καὶ ὁμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους ὁ δʼ ἄνικμος καὶ ξηρὸς οὐδʼ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς.
ἔστι γὰρ ἃ τῶν ὀρῶν οὐ λαμβάνει 1 νέφος; οὐδὲ δρόσον οὐδʼ ὁμίχλην, εἰς καθαρὸν ἀέρα καὶ ἄμοιρον ὑγρότητος ἐξικνούμενα τοῖς ἄκροις ᾧ μάλιστα δῆλόν ἐστιν ὡς αἱ κάτω πυκνώσεις καὶ συστάσεις τῷ ἀέρι συμμεμιγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδιδοῦσι.

τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον. τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν, ἀλλʼ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη θερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς· ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι; διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον. αἱ δʼ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν· ὅθεν ἥκιστα τὰς χιόνας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπʼ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν· ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις. ὅτι δʼ οὐκ ἀέρος ἐστὶν ἀλλʼ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι. πρῶτον μὲν οὐκ εἰκός ἐστιν ἀέρα, τῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν οὔτε γὰρ ἄλλως δυνατὸν ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπʼ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον οὔτε τὴν φύσιν

ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδʼ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν. χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι χρῆται δʼ οὐκ ἀκράτοις οὐδʼ ἀντιτύποις, ἀλλʼ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν διʼ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παρεμπλεκομένην ἔχουσι καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς; ἐπʼ ἀμφότερα καὶ συνάγων, οὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα; μιγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.

ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος. ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι. Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ

ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς. ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος εἰπὼν
  1. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό,
τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν. ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας. ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ· κενὸν δʼ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος. καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον· ὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν· ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος.. ἀλλʼ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως· ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα. καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι· καὶ διαιρετικόν, τὸ δʼ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον· ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ
νεῖκος οὐλόμενον σχεδύνην δὲ φιλότητα τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν· πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς; καὶ οἰκεῖον, τὸ δʼ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.

σκόπει δὲ καὶ ταῦτα παραβάλλων ἐκείνοις ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν οὕτω μὲν ἄν ἔφη καὶ τὴν γῆν ψυχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον,ʼ ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ. ἄτοπον ἀπορρίψας τὸν λόγον ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται. τί δὲ τοῦτʼ ἐστί; τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως. εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης; ἕπεσθαι, μυρίαι δήπουθὲν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα τῆς γῆς,· αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. οὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς

ἀνωφερὲς ἀντίκειται μόνον, οὐδʼ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδʼ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλʼ ὡς βαρυτάτη. πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς· ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι. ναί, ἀλλὰ τὸ πῦρ καὶ λαμπρόν ἐστιν. οὔτι μὴν σκοτεινὸν ἡ γῆ; σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον. ἀέρι μέν τοι μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν· ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν, εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων· ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς. μόνη δʼ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφʼ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δʼ ὑπʼ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπʼ ὀλίγον βάθος ἐνδυομένῳ τῷ θερμῷ· τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλʼ ἐπιπολῆς περιφωτίζεται; τὰ δʼ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἅιδης ὀνομάζεται καὶ τὸ ἔρεβος τοῦτʼ ἦν ἄρα,ʼ τὸ χθόνιον καὶ ἔγγαιον σκότος.
τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ γῆς σκιὰν οὖσαν ἀποδεικνύουσιν, ἀντιφραττούσης πρὸς τὸν ἥλιον· ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφʼ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται. διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, ἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας· ἔχοντος ὁ δʼ οἰκουρὸς; καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός ἐστι καὶ ἀφώτιστος. ἀλλὰ μὴν καὶ δέρματα καὶ κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίγνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος. οἶμαι δὲ καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν.

ἀλλʼ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς

σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων., ἐν δὲ Δελφοῖς αὐτὸς ἢκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν, ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι. ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ καὶ μαλακὰ τοῦ σώματος.

ὧν βλεπομένων, σκόπει τὸ γιγνόμενον οὕτω. πᾶσα δήπου δύναμις, ἂν περιγένηται, πέφυκε μεταβάλλειν καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δʼ εἰς ὕδωρ ἐμπεσόν, ἂν μὴ διαφύγῃ,- καθυγραίνεται, συνδιαχεόμενον. ἀνάγκη δὴ καὶ τὰ ψυχόμενα κομιδῇ μεταβάλλειν εἰς τὸ πρώτως ψυχρόν ἔστι δʼ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δʼ εἰς ἀγνωσίαν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν. ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω ταυτὶ δὲ· τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας,

Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πυρὸς οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος· ἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι διὸ καὶ πάγοι καλοῦνται. καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντων, τὸ θερμὸν ἐξέπεσε, πυρικαύστοις ἰδεῖν προσέοικε πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, μάλιστα δʼ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν. ὥσπερ γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον· εἰ δʼ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον· οὕτως, εἰ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἷον ἡ γῆ τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρὸν ὥστε φύσει καὶ· πρώτως ψυχρὸν ἡ γῆ. τοῦτο δʼ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι καὶ γὰρ πηλὸς ὕδατοσψυχρότερος καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν οἱ· δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι, τὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες· ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας.

ἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ

ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς; ἆρʼ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες; αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, ὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δʼ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτʼ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ. τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μίγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δʼ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον, ὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δʼ ὁπλὴν ὄνου στέγειν· τὰ δʼ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.