De Facie Quae in orbe Lunae Apparet
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
--- Ὁ μὲν οὖν Σύλλοις ταῦτʼ εἶπε τῷ γʼ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλʼ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι. τί δʼ οὐκ· ἐμέλλομεν εἶπον ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπʼ ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλʼ ἐπᾴδειν
ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν.ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι διʼ ἀσθένειαν, ὃ --- καλοῦμεν· οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν
ἣλιος ὀξυβελὴς ἠδʼ ἱλάειρα σελήνη;τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθʼ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν,, ἀλλὰ λεῖος αὐταῖς; ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δʼ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. ἡ δʼ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλʼ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε
ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπʼ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται διʼ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν.
- πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δʼ ἄρα μέσσῃ
- γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης
- ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν·
ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον ἔφην ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον, ὥσπερ ἀφʼ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον· λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον ἥ τε γὰρ ἴτυς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατʼ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθʼ·θʼ ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἣλιον τῆς ὄψεως ἐνορᾶσθαι
τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ σύντηξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν οὐκ ἐφʼ ἧς ἐστι χώρας, ἀλλʼ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν
- ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος
- δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.
ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης ὡς ἴδιον εἶπε καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε; πρῶτον μέν εἶπον ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δʼ ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλʼ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ, σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστʼ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο
μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν ἔφην σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδʼ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ --- ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλʼ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτῃ δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστʼ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δʼ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται · καίτοι τὸ γʼ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλʼ --- πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας,· ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον.καὶ ὁ Λεύκιος ἀλλὰ μὴ δόξωμεν ἔφη κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως, ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθʼ οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίγνεσθαι μορφοειδῆ --- χρηστῶς γʼ εἶπον ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δʼ ὁ ἑταῖρος ἡμῶν, ἀλλʼ, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν · αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδʼ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον
οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ, ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δʼ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει· συμπεπηγέναι δʼ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν; ἀλλʼ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δʼ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις · διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλʼ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρʼ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος· ὁ δʼ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ· πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, διʼ ὅλου· τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν · ἐν τῇ σελήνῃ τὸν ἀέρα παγκάλως ἔοικε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδʼ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν· οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, τοῦτʼ ἐκεῖνο πάλιν εἶπεν· ἐφʼ ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ
λέγουσιν, ἀλλʼ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν ἐμὲ δʼ οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρʼ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων καὶ ὁ Λεύκιος γελάσας μόνον εἶπεν ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι τὰ φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρʼ αὑτῶν λέγομεν, οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι, τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ καὶ ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδʼ Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα θοήν ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δʼ ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλʼ ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε· περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλαςεἰ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον ἀδαμαντοπέδιλοι κίονες περιέχουσι· καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον. καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ. μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπʼ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι· τὴν δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνῳ τῷ βαρύνοντι κινεῖν · βαρυτέρα δʼ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλʼ ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δʼ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν· οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν εἶπεν ὁ Φαρνάκης τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῇ οἰκεῖον καὶ κατὰ φυσιν· οὗτος γάρ ἐστι, περὶ· ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δʼ ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δʼ ἀφίησιν, πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον.
- ἕστηκε, κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
- ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον
πρὸς τοῦτʼ ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας τίς ἔφην ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροὶ
πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν;ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, καὶ δοτέον εἶπον ὑπʼ ἀνάγκης ἐκείνοις· φιλοσόφων δʼ οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ᾗ τί παράδοξον οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν, ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δʼ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι, μηδενὸς ἀπαντῶντος μηδʼ ὑπερείδοντος· εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπʼ αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς, γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν; ἀσώματον, ἵστασθαι περικρεμαννύμενον ἢ κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω καὶ πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δʼ ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γιγνομένων· ὥστʼ, εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ --- εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίγνεσθαι καὶ λέγεσθαι.
τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γʼ εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον --- ἔσται τῶν ῥεπόντων οὐ τῇ
γῇ μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ἴδιον καὶ προσήκοντα δέχεται καὶ φέρει πρὸς ἐκεῖνον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς; αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπʼ ἀρχῆς μηδʼ ἀπεσπασμένον, ἀλλά που καθʼ αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος, οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλʼ ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας σαφῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων.ἀλλʼ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε εἶπον ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπʼ αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γʼ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλʼ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον
ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεταιφησὶν Ἐμπεδοκλῆς
ἥ τε περὶ ἄκρανοὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς; ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλʼ οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστʼ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπʼ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην.
σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος; ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων ὅτι τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δʼ ἢ εἰκοσαπλάσιόν ἐστι καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς,· ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δʼ ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢτετρακισχιλίας τριάκοντα μυριάδας οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν, ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ ὥρα προσκαλεῖται σελήνην καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικὸς ἐστι κατʼ ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν, οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθʼ ὁ τῇ γῇ μᾶλλον δʼ ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων
ἀνεκτός· ἀλλὰ καὶ κινητικο --- ταύτῃ διάστημα τὸ δέον ἐπιχωροῦντος τοῦ κόσμου· διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.