Quaestiones Naturales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς;

πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς ἕνεκα καὶ τοῦ παχύνειν; τήν τε γὰρ ὄρεξιν ἡ δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν· διὸ καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος ὁ Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν ἡ λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν. ἢ μᾶλλον ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν ἐθίζουσι τὰ βοσκήματα; νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες· ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος. λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων οὐδὲ πήγνυται τὰ ἐντός, ἁλῶν μιγέντων.

σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα πρὸς τὰς συνουσίας· καὶ γὰρ αἱ κύνες κύουσι ταχέως τάριχος ἐπεσθίουσαι, καὶ τὰ ἁληγὰ τῶν πλοίων πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.