Quaestiones Naturales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
τίς ἡ αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων;
οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος· ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος. ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον ἡ φύσις νέμουσα πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον.
ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα πομφόλυγος δίκην νυκτὸς --- κεκόσμηται.
- ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα
- καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις