Quaestiones Naturales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν;

διὰ τὴν εἰρημένην αἰτίαν; δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας

Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας·
ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.