Quaestiones Naturales
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
διὰ τί μᾶλλον ὑπὸ τῶν ὑετίων ἢ τῶν ἐπιρρύτων ὑδάτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι;
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ πληγῇ τὰ ὄμβρια διιστάντα τὴν γῆν πόρους ποιεῖ καὶ διαδύεται μᾶλλον εἰς τὴν ῥίζαν ἢ τοῦτο μὲν οὐκ ἀληθές, ἀλλʼ ἔλαθε τὸν Λαῖτον ὅτι καὶ τὰ λιμναῖα φυτά, τύφη καὶ φλέως καὶ θρύον, ἀναυξῆ καὶ ἀβλαστῆ μένει, μὴ γενομένων ὄμβρων καθʼ ὥραν τὸ δὲ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ ὑόμενον ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον; ἢ καὶ τοῦτο πιθανὸν μᾶλλον ἢ ἀληθές ἐστι; τὰ γὰρ πηγαῖα καὶ ποτάμια νάματα πρόσφατα μέν ἐστι καὶ νεογενῆ· ποταμοῖς γὰρ δὶς τοῖς αὐτοῖς οὐκ ἂν ἐμβαίης ὥς φησιν Ἡράκλειτος, ἕτερα ἐπιρρεῖ ὕδατα τρέφει καὶ ταῦτα τῶν χεῖρον. ἆρʼ οὖν κοῦφόν ἐστι τὸ ἐκ Διὸς ὕδωρ καὶ ἀερῶδες
καὶ πνεύματι μεμιγμένον ὁδηγεῖται τε καὶ ἀναπέμπεται ταχέως εἰς τὸ φυτὸν ὑπὸ λεπτότητος, διὸ καὶ πομφόλυγας ποιεῖ τῇ ἀναμίξει τοῦ ἀέρος· ἢ τρέφει μὲν μάλιστα κρατούμενον ὑπὸ τοῦ τρεφομένου ʽ τοῦτο γάρ ἐστι πέψις· ἀπεψία δὲ τοὐναντίον, ὅταν ἰσχυρότερα τοῦ παθεῖν καὶ μεταβάλλον τὰ λεπτὰ καὶ ἁπλᾶ καὶ ἄχυμα μᾶλλον, οἷόν ἐστι τὸ ὄμβριον ὕδωρ; γεννώμενον γὰρ ἐν ἀέρι καὶ πνεύματι καθαρὸν καὶ ἀμιγὲς κάτεισι· τὰ δὲ πηγαῖα καὶ τῇ γῇ καὶ τοῖς τόποις ὁμοιούμενα, διʼ ὧν ἔξεισι, πολλῶν ἀναπίμπλαται ποιοτήτων, διʼ ἃς ἧττόν ἐστιν εὔτρεπτα καὶ βράδιον αὑτὰ παρέχει τῇ πέψει μεταβάλλειν εἰς τὸ τρεφόμενον· τῶν δʼ ὀμβρίων τὸ εὔτρεπτον αἱ σήψεις κατηγοροῦσιν, εὐσηπτότερα γάρ ἐστι τῶν ποταμίων καὶ φρεατιαίων ἡ δὲ πέψις ἔοικεν εἶναι σῆψις, ὡς Ἐμπεδοκλῆς μαρτυρεῖ λέγωνοἶνος ὑπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρἢ πάντων ἑτοιμότατόν ἐστι καὶ ῥᾷστον αἰτιάσασθαι τὸ γλυκὺ τῶν ὀμβρίων καὶ χρηστόν, ἐκπεμπόμενον εὐθὺς ὑπὸ τοῦ πνεύματος; διὸ καὶ τὰ θρέμματα τούτων ἀπολαύει προθυμότερον, καὶ οἱ βάτραχοι προσδοκῶντες ὄμβρον ἐπιλαμπρύνουσι τὴν φωνὴν ὑπὸ χαρᾶς, ὥσπερ ἥδυσμα τοῦ λιμναίου τὸ ὑέτιον προσδεχόμενοι καὶ σπέρμα τῆς ἐκείνων γλυκύτητος ἓν γὰρ καὶ τοῦτο ποιεῖται σημεῖον ὑετοῦ μέλλοντος Ἄρατος εἰπών
- ἦ μάλα δείλαιαι γενεαί, ὕδροισιν ὄνειαρ,
- αὐτόθεν ἐκ λίμνης πατέρες βοόωσι γυρίνων.
διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς;
πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς ἕνεκα καὶ τοῦ παχύνειν; τήν τε γὰρ ὄρεξιν ἡ δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν· διὸ καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος ὁ Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν ἡ λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν. ἢ μᾶλλον ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν ἐθίζουσι τὰ βοσκήματα; νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες· ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος. λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων οὐδὲ πήγνυται τὰ ἐντός, ἁλῶν μιγέντων.
σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα πρὸς τὰς συνουσίας· καὶ γὰρ αἱ κύνες κύουσι ταχέως τάριχος ἐπεσθίουσαι, καὶ τὰ ἁληγὰ τῶν πλοίων πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.διὰ τί τῶν ὀμβρίων ὑδάτων εὐαλδέστερα τοῖς σπέρμασι τὰ μετὰ βροντῶν καὶ ἀστραπῶν, ἃ δὴ καὶ ἀστραπαῖα καλοῦσι;
πότερον ὅτι πνευματώδη διὰ τὴν τοῦ ἀέρος ταραχὴν καὶ ἀνάμιξιν, τὸ δὲ πνεῦμα τὴν ὑγρότητα κινοῦν μᾶλλον ἀναπέμπει καὶ ἀναδίδωσιν ἢ βροντὰς μὲν καὶ ἀστραπὰς ποιεῖ τὸ θερμὸν ἐν τῷ ἀέρι πρὸς τὸ ψυχρὸν μαχόμενον, διὸ χειμῶνος ἣκιστα βροντᾷ μάλιστα δʼ ἔαρος καὶ φθινοπώρου διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως, ἡ δὲ θερμότης; πέπτουσα τὸ ὑγρὸν προσφιλὲς ποιεῖ τοῖς βλαστάνουσι καὶ ὠφέλιμον· ἢ μάλιστα μὲν ἔαρος βροντᾷ καὶ ἀστράπτει διὰ τὴν εἰρημένην αἰτίαν, τὰ δʼ ἐαρινὰ τῶν ὑδάτων ἀναγκαιότερα τοῖς σπέρμασι πρὸ τοῦ θέρους, ὅθεν ἡ πλεῖστον ὑομένη τοῦ ἔαρος χώρα καθάπερ ἡ ἐν Σικελίᾳ πολλοὺς καὶ ἀγαθοὺς καρποὺς ἀναδίδωσιν;
διὰ τί τῶν χυμῶν, ὀκτὼ τῷ γένει ὄντων, ἕνα μόνον, τὸν ἁλμυρόν, ἀπʼ οὐδενὸς καρποῦ γεννώμενον ὁρῶμεν; καίτοι καὶ τὸν πικρὸν ἡ ἐλαία φέρει πρῶτον καὶ τὸν ὀξὺν ὁ βότρυς,· εἶτα μεταβάλλων ὁ μὲν γίνεται λιπαρὸς ὁ δʼ οἰνώδης· μεταβάλλει δὲ καὶ ὁ στρυφνὸς ἐν ταῖς φοινικοβαλάνοις καὶ ὁ αὐστηρὸς ἐν ταῖς ῥόαις εἰς τὸν γλυκύν· ἔνιαι δὲ ῥόαι καὶ
μῆλα τὸν ὀξὺν ἁπλῶς φέρουσιν, ὁ δὲ δριμὺς ἐν ταῖς ῥίζαις καὶ σπέρμασι πολύς ἐστι.πότερον οὖν οὐκ ἔστιν ἁλμυροῦ γένεσις ἀλλὰ φθορὰ τῶν ἄλλων τὸ ἁλμυρόν, διὸ καὶ πᾶσιν ἄτροφον τοῖς. ἀπὸ φυτῶν καὶ σπερμάτων τρεφομένοις, ἥδυσμα δʼ ἐνίοις γίνεται τῷ τὸ πλήσμιον ἀφαιρεῖν τῶν τρεφόντων · ἤ, καθάπερ τῆς θαλάττης ἕψοντες ἀφαιροῦσι τὸ ἁλυκὸν καὶ δηκτικόν, ἐν τοῖς θερμοῖς ὑπὸ θερμότητος ἐξαμαυροῦται τὸ ἁλμυρόν· ἢ χυμὸς μέν ἐστιν, ὡς Πλάτων εἶπεν, ὕδωρ ἠθημένον διὰ φυτοῦ, διηθουμένη δὲ καὶ θάλαττα τὸ ἁλμυρὸν ἀποβάλλει; γεῶδες γὰρ καὶ παχυμερές ἐστιν, ὅθεν ὀρύττοντες παρὰ τὸν αἰγιαλὸν ἐντυγχάνουσι ποτίμοις λιβαδίοις, πολλοὶ δὲ καὶ κηρίνοις ἀγγείοις ἀναλαμβάνουσιν ἐκ τῆς θαλάττης ὕδωρ γλυκὺ διηθούμενον, ἀποκρινομένου τοῦ ἁλυκοῦ καὶ γεώδους· ἡ δὲ διʼ ἀργίλου προδιαγωγὴ παντάπασι τὴν θάλατταν διηθουμένην πότιμον ἀποδίδωσι τῷ κατέχειν ἐν ἑαυτῇ καὶ μὴ διιέναι τὸ γεῶδες. οὕτω δὲ τούτων ἐχόντων, εἰκός ἐστι τὰ φυτὰ μήτʼ ἔξωθεν ἀναλαμβάνειν ἁλμυρίδα μήτʼ, ἂν ἐν αὐτοῖς λάβῃ γένεσιν, ἐκκρίνειν εἰς τὸν καρπόν· οἱ γὰρ πόροι διὰ λεπτότητα τὸ γεῶδες καὶ παχυμερὲς οὐ διηθοῦσιν. ἢ τῆς πικρότητος εἶδος τὴν ἁλμυρότητα θετέον, ὡς Ὅμηρος
; καὶ ὁ Πλάτων φησὶν ἀμφοτέρους ῥύπτειν καὶ ἀποτήκειν τοὺς χυμούς, ἧττον δὲ ταῦτα ποιεῖν τὸν ἁλυκὸν καὶ οὐ τραχὺν εἶναι· δόξει δὲ τὸ πικρὸν τοῦ ἁλυκοῦ ξηρότητος ὑπερβολῇ διαφέρειν, ἐπεὶ ξηραντικόν ἐστι καὶ τὸ ἁλυκόν.
- στόματος δʼ ἐξέπτυσεν ἅλμην
- πικρήν, ἥ οἱ πολλὸν ἀπὸ κρατὸς κελάρυζε
διὰ τί τοῖς συνεχῶς διὰ τῶν δεδροσισμένων δένδρων βαδίζουσι λέπραν ἴσχει τὰ ψαύοντα τῆς ὕλης μόρια τοῦ σώματος;
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ λεπτότητι τὸ δροσῶδες ὑγρὸν ἀποξύει τοῦ χρωτός· ἤ, καθάπερ ἐρυσίβη τοῖς ὑγραινομένοις ἐγγίγνεται σπέρμασιν, οὕτως ὑπὸ τῆς δρόσου τῶν ἐπιπολῆς χλωρῶν καὶ ἁπαλῶν ἀναχαρασσομένων καὶ ἀποτηκομένων ἄχνη τις ἀπιοῦσα τοῦ σίνοντος ἀναπίμπλησι προσχεομένη τοῖς ἀναιμοτάτοις μέρεσι τῆς σαρκός, οἷα κνῆμαι καὶ πόδες, καὶ ἀμύσσει καὶ δάκνει τὴν ἐπιφάνειαν; ὅτι γὰρ φύσει τι δηκτικὸν ἔνεστι τῇ δρόσῳ, μαρτυρεῖ τὸ τοὺς πίονας ἰσχνοτέρους ποιεῖν· αἱ γοῦν πίονες γυναῖκες; ἱματίοις ἢ ἐρίοις ἁπαλοῖς ἀναλαμβάνουσαι τῆς δρόσου δοκοῦσι συντήκειν τὴν πολυσαρκίαν.
διὰ τί τὰ πλοῖα χειμῶνος ἐν τοῖς ποταμοῖς πλεῖ βράδιον, ἐν δὲ τῇ θαλάττῃ οὐ παραπλησίως;
πότερον ὁ ποτάμιος ἀὴρ ἀεὶ δυσκίνητος ὢν καὶ βαρὺς ἐν δὲ χειμῶνι μᾶλλον παχυνόμενος διὰ τὴν
περίψυξιν, ἐμποδών ἐστι τοῖς πλέουσιν · ἢ τοῦτο μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί; ἐλαύνουσα γὰρ ἡ ψυχρότης τὸ ὕδωρ ποιεῖ βαρὺ καὶ σωματῶδες, ὡς ἔστιν ἐν ταῖς κλεψύδραις καταμαθεῖν· βράδιον γὰρ ἕλκουσι χειμῶνος ἢ θέρους· ἐν δὲ Θρᾴκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θεόφραστος εἶναι κρήνην, ἀφʼ ἧς ταὐτὸ γέμον ἀγγεῖον ὕδατος ἱστάμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους. ὅτι δʼ ἡ πυκνότης τοῦ ὕδατος τὴν βραδυτῆτα ποιεῖ τοῦ πλοῦ, δῆλόν ἐστι τῷ πλείονα γόμον φέρειν τὰ ποτάμια πλοῖα τοῦ χειμῶνος· τὸ γὰρ ὕδωρ μᾶλλον ἀντερείδει πυκνότερον καὶ βαρύτερον γιγνόμενον, τὴν δὲ θάλατταν ἡ θερμότης κωλύει πυκνοῦσθαι, διʼ ἣν οὐδὲ πήγνυται· μάλκη γὰρ ἔοικεν εἶναι πύκνωσις.διὰ τί, τῶν ἄλλων ὑγρῶν ἐν τῷ κινεῖσθαι καὶ στρέφεσθαι ψυχομένων, τὴν θάλατταν ὁρῶμεν ἐν τῷ κυματοῦσθαι θερμοτέραν γιγνομένην;
ἦ τῶν μὲν ἄλλων ὑγρῶν ἐπεισόδιον οὖσαν καὶ ἀλλοτρίαν ἐξίστησιν ἡ κίνησις τὴν θερμότητα καὶ διαφορεῖ, τὴν δὲ τῆς θαλάττης σύμφυτον οὖσαν ἐκριπίζουσι μᾶλλον οἱ ἄνεμοι καὶ τρέφουσι; μαρτύρια δὲ τῆς θερμότητος ἡ διαύγεια καὶ τὸ μὴ πήγνυσθαι, καίπερ οὖσαν γεώδη καὶ βαρεῖαν.
διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα; τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.
ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος οὐδʼ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης· τοῦ δʼ ἡλίου τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος, ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες; τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε· θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;
πότερον ἡ θερμότης βοηθεῖ πρὸς τὴν περίψυξιν, ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα
καὶ φθείρουσα τὴν δύναμιν· ἢ τὸ ὑδατῶδες καὶ πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει καθαρόν;διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;
ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος; καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες· τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν· ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος· οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα τῆς ταραχῆς.
διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη;
πότερον, ὡς Ἀριστοτέλης φησί, τὸ πνεῦμα τῆς λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον· ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον αἰτιάσασθαι; σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτʼ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες. ἢ φύσει μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης· ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ πυκνότητι τοὔλαιον, ἀπολαμβάνει τὴν ὁμαλότητα καὶ τὴν διαύγειαν;
διὰ τί χειμῶνος μᾶλλον ἢ θέρους τὰ τῶν ἁλιέων σήπεται δίκτυα, καίτοι τὰ γʼ ἄλλα μᾶλλον ἐν τῷ θέρει τοῦτο πάσχει;
πότερον, ὡς Θεόφραστος οἴεται, τῷ ψυχρῷ τὸ θερμὸν ὑποχωροῦν ἀντιπεριίσταται καὶ θερμότερα ποιεῖ τὰ ἐν βάθει τῆς θαλάττης, ὥσπερ τῆς γῆς· διὸ καὶ τὰ πηγαῖα τῶν ὑδάτων χλιαρώτερα τοῦ
χειμῶνός ἐστι καὶ μᾶλλον ἀτμίζουσιν αἱ λίμναι καὶ οἱ ποταμοί· κατακλείεται γὰρ εἰς βάθος ἡ θερμότης ὑπὸ τοῦ ψυχροῦ κρατήσαντος· ἢ σῆψις μὲν οὐκ ἔστι τῶν δικτύων, ὅταν δὲ φρίξῃ καὶ παγῇ διὰ τὸ ψῦχος ἀναξηραινόμενα καὶ θρυπτόμενα μᾶλλον ὑπὸ τοῦ κλύδωνος σήψει τινὶ καὶ μυδήσει πάσχει παραπλήσιον; καὶ γὰρ πονεῖ μᾶλλον ἐν κρύει, καθάπερ τὰ νεῦρα συντεινόμενα σπαράττεται, πλεονάκις ἐκταραττομένης διὰ τὸν χειμῶνα τῆς θαλάττης· διὸ καὶ στύφουσιν αὐτὰ ταῖς βαφαῖς καὶ πυκνοῦσι, φοβούμενοι τὰς ἀναλύσεις· ἐπεὶ μὴ βαφέντα μηδὲ χρισθέντα, μᾶλλον ἂν ἐλάνθανε τοὺς ἰχθῦς, ἐνάερον γὰρ τὸ τοῦ λίνου χρῶμα καὶ ἀπατηλὸν ἐν θαλάττῃ.διὰ τί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν;
ἦ κακῶς μὲν συγκομίζεται χόρτος ὑόμενος; κόπτεται γὰρ οὐ ξηρὸς ἀλλὰ χλωρός, ὥστε σήπεται ταχὺ διάβροχος γενόμενος· ὑόμενος δὲ πρὸ τοῦ θέρους ὁ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα· ταῦτα γὰρ οὐκ ἐᾷ πυκνωθῆναι συνιστάμενον ἐν τῷ στάχυι τὸν καρπόν, ἀλλʼ ἐξίστησι καὶ διαχεῖ τῇ θερμότητι τὴν πῆξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ὑγρότης παραμένῃ ψύχουσα καὶ νοτίζουσα τὸν στάχυν.
διὰ τί πυροφόρος ἡ πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον ἡ λεπτόγεως;
ἦ ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶς,· ἀσθενέστερον δʼ ἡ κριθὴ καὶ μανότερον· ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν; μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον· διὸ καὶ συντελεῖται τάχιον.
διὰ τί λέγεται
σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;
πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ κρᾶσις ψυχρότερον δʼ ἡ κριθή· ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;
διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον ἢ τῶν θηλειῶν τὰς τρίχας εἰς τὴν ὁρμιὰν λαμβάνουσι;
πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν· ἢ μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας;
διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος;
ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια; ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος· ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης· καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.
διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει;
πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος· διὸ καὶ λέλεκται
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς·ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς; μεταβάλλει γὰρ οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν· πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε
καὶ Θέογνις
- ποντίου θηρὸς χρωτὶ μάλιστα νόον
- προσφέρων πάσαις πολίεσσιν ὁμίλει
τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον; ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί; σκόπει δή, κατʼ Ἐμπεδοκλέα
- πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
- τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη.
γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο·οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι. μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους. ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν. τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.
διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον;
αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες ὁ σῦς· ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται
φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς·γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον. ἔνιοι δέ φασιν, ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς. ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων, εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ τοῖς φόβοις ἑκατέρου τοιοῦτον.