De Heroditi malignate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
τεσσάρων δʼ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας ἀποδρᾶναί φησιν· ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ, καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας· τὰ δʼ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν ναυμαχίαν οὐκ ἀπήγγελκε τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομυομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα
λάθωσι τοὺς ἄλλους, · αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ μαστίγων μόλις ὄπισθεν ὠθούμενοι προσεφέροντο τοῖς Ἕλλησιν, ἐν δὲ Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντες λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν· ἡ δὲ ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό σφεας πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιέοντο τί οὖν περίεστιν ἔνδοξον ἢ μέγα τοῖς Ἕλλησιν ἀπʼ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δʼ ἄλλους ἡ μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου, ψευδῶν δὲ γραμμάτων μεστοὶ τρίποδες ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δʼ ἄλλους ἅπαντας ἀνθρώπους, ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων; τί δῆτα; γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς διηγήμασι μῦθον δʼ ὡς ὅτʼ ἀοιδός, ἐπισταμένως μὲν οὒ λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. ἀμέλει ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλʼ ὥσπερ ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασφημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων, τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.