De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων,

ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας, ἐκχέαι σπεύδων τὸ παρʼ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως· γέγραφε γὰρ ὡς πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσιν· τοῦ δʼ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἢδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας; ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; ἄκουσον αἰτίας πιθανῆς· ἔτυχε φησὶν ἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν· οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννησίοις, ἂν Ἀθηναῖοι Μαρδονίῳ προσγένωνται τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς δυνάμεως· εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο.