De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ἀλλʼ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς ἃ δὲ τ--- ψεῦσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν Ἀθηναίους· λέγειν, ὡς Ἀδείμαντος ὁ Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν · οὐ πρύμναν κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας, ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις σὺ μέν, ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας · οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι τῶν ἐχθρῶν ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν, οὐρανοπετής· τί γὰρ ἔδει τίθεσθαι μηχανῆς

τραγικῆς, ἐν πᾶσι τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν ὁ Ἀδείμαντος ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπʼ ἐξειργασμένοις αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων οὐ μέντοι Κορίνθιοι ὁμολογέουσι, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι μαρτυρεῖ δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς. Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος ἑτέρας καθʼ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναὶ τινα πάντως πονηρόν ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους, ἢν οἶμαι μηδὲ Κορινθίων Ἀθηναίους, ἀλλὰ τοῦτον ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν ἀντιλέγοντα ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναίους ταῦτα βλασφημεῖν περὶ τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρων μετὰ Λακεδαιμονίους καὶ μετʼ αὐτοὺς ἐγχαραττομένην τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν· ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς
ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον
  1. ὦ ξένε, εὔυδρὸν ποτʼ ἐναίομεν ἄστυ Κορίνθου,
  2. νῦν δʼ ἅμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.
  3. ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
  4. καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα.
τὸ δʼ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
  1. ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
  2. ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται
  1. ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
  2. ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.
αὐτός γε μὴν ὁ Ἀδείμαντος, πλεῖστα λοιδορούμενος Ἡρόδοτος διατελεῖ καὶ λέγων μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα σκόπει τίνα δόξαν εἶχεν
  1. οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
  2. Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.
οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτʼ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην τῇ δʼ Ἀκροθίνιον τῇ δʼ Ἀλεξιβίαν, Ἀριστέα δὲ καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ δʼ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δʼ ἐπίγραμμα τοῦτʼ ἐστὶν
  1. αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
  2. ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνια.
  3. οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖʼ Ἀφροδίτα
  4. Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
ταῦτʼ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον, ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν --- παιδοφονίαν.