De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων; εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν,

εἶπε οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται. καὶ μετʼ ὀλίγον ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν εὖθʼ ὑπειπὼν ὅτι κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην πάλιν αὐταῖς λέξεσι γέγραφεν ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς. ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;