De Heroditi malignate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι
σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν, αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν, ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον ἂν οἱ Φωκεῖς. καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν ἔπραξαν,, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς προδοσίας ἀπολειφθέντας. εἰ τοίνυν Θεσσαλούς τις ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλμένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι· τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν.