De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι πολλῶν χρημάτων ἐκπεσόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος· οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, ἀλλʼ ὁ μὲν τἄλλα φησὶν οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.