De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

καὶ μὴν τὴν πανσέληνον ἢδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις· οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλʼ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον ἔμενον σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς οὖσαν διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις· καὶ ταῦτα τὰ τῆς, Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν, πέμπουσιν ἔτι νῦν τῇ Ἑκάτῃ χαριστήρια τῆς νίκης ἑορτάζοντες. ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ

πρὸς ἐκείνην τὴν διαβολήν, ἣν ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρʼ αὐτῶν. εἰ γὰρ ἀνέγνω ταῦτʼ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φειδιππίδην παρακαλοῦντα Λακεδαιμονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον, καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμμάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος, εἴρηκεν. ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρόδοτος, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ, Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν, εἶτα, μετὰ τὴν μάχην ἀναρίθμου πλήθους τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθʼ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντακοσίας τῶν χιμάρων.

οὐ μὴν ἀλλὰ τοῦτʼ ἐάσαντες, ἴδωμεν τὰ μετὰ τὴν μάχην· τῇσι δὲ λοιπῇσι φησὶν οἱ βάρβαροι ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου, ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα; περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους

ἀφικόμενοι εἰς τὸ ἂστυ· αἰτίην δʼ ἔσχε Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδεῖξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσὶ · οὗτοι μὲν δὴ περιέπλεον Σούνιον ἐνταῦθα τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοὶ τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδʼ ἀγών τις ἔοικεν οὐδʼ ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουμα βραχὺ τοῖς βαρβάροις ἀποβᾶσιν, ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν, εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτοὺς · ἀλλʼ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθʼ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν· καὶ γὰρ ἀπολύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν
ἀνατίθησιν ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ ἔστιν ἄλλως εἰπεῖν φησὶν αὐτὸς ἰδών. τοῦτο δʼ ἀμήχανον μὲν· ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τος τῶν Ἀθηναίων · γενόμενον δʼ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ, πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν. ἀλλʼ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι προσποιούμενος, ἃ πρῶτος ἀνθρώπων ἐπενήνοχεν ἐγκλήματα, εἴπῃ θῶμα δέ μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους γε εἶναι Ἀθηναίους ὑπὸ Ἱππίῃ· κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦ
μένε, καρκίνε, καί σε μεθήσω·
τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτʼ ἀπολογῇ · καὶ γράφεις κατʼ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην εἰ γάρ μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρὶ, φαίνονται μισοτύραννοι ἐόντες ὡς ἐνταῦθα γράφεις
Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν, ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπιγαμίαν ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν· τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος. ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· --- τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθʼ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν, ὅτι μηδὲν τῶν πραγμάτων δεομένων,. ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.

ἐπεὶ δʼ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτʼ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς; Λακεδαιμόνιοι, μεταιτέειν ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι τούτων δʼ

ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην· εἶθʼ ὑπειπών, ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος οὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δʼ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης. ἆρʼ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,
ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δʼ ὅτι μὲν οὐ
συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδʼ ἔστιν ἀντειπεῖν, ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τεὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δʼ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἣπτοντο πάλιν ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;