De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ εὖ τὸ μὴ

διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε Πακτύης δʼ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.

ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον στρατείαν αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους καὶ λέγειν, ὡς οὐ βοηθοῦντες οὐδʼ ἐλευθεροῦντες, ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο, κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρʼ αὐτῶν καὶ θώρακα πάλιν παρʼ Ἀμάσιδος κομιζόμενον αὐτοῖς ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς

τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δʼ Ἀριστογένη, τὴν δʼ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἄγγελον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον γέγραπται· κατὰ δʼ Ἡρόδοτον οὔτε κακίας οὔτʼ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.

οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ, φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς. συνεπελάβοντο γάρ φησὶ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο · Κερκυραίων παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος

ὁ Κορίνθου τύραννος; ἐπʼ ἐκτομῇ παρʼ Ἀλυάττην ἔπεμπε · τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου καὶ μέλιτος περιεποίησαν τοῦθʼ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατʼ αὐτῶν ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος, ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; ἀλλὰ δὴ τὸ μὲν ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους· τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους; εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη στρατευομένους, ὅπως μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστὸν ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο
βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι τοὺς Κερκυραίων παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρʼ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δʼ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. ὅτι δʼ οὐ τιμωρούμενοι Σαμίους ἀλλʼ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ τιμώμενον ὑπʼ αὐτῶν λέγουσι · διὸ καὶ τοὺς ἀπογόνους τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.