De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος ʽὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν Κλέωνος μᾶλλον ἢ κουφολογίανʼ οὐκ εὐμενής ἐστιν, ἀλλʼ οἷον ἀπολαύων τῷ σοφῶς διηγεῖσθαι τοῦ πράγματος.

δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δʼ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος

ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν· διήγησιν· Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν
θνητῶν ἐκλέγων τὰς συμφοράς.

καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς; ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.