De Heroditi malignate
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.
μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος. ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.