De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας, μὲν φησι παισὶ μίσγεσθαι παρʼ Ἑλλήνων μαθόντας καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρʼ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρʼ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρʼ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι καὶ τύπτεσθαι μὲν Αἰγυπτίους φησὶ καὶ πενθεῖν, τίνας δʼ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλʼ εὐστόμως κεῖσθαι περὶ τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν

Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δʼ Ἕλληνες, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν · καίτοι καὶ τὸν Αίγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλʼ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δʼ ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.