De Heroditi malignate

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

τοῦ Ἡροδότου --- πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον· ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. --- μάλιστα πρός τε Βοιωτοὺς καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν --- ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατʼ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γʼ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν ἂν βιβλίων δεήσειεν. ἀλλὰ

δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον
ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δʼ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς τʼ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς
ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν · ἡ δʼ Ἡροδότου κακοήθεια λειοτέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδʼ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.

πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος ʽὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν Κλέωνος μᾶλλον ἢ κουφολογίανʼ οὐκ εὐμενής ἐστιν, ἀλλʼ οἷον ἀπολαύων τῷ σοφῶς διηγεῖσθαι τοῦ πράγματος.

δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δʼ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος

ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν· διήγησιν· Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν
θνητῶν ἐκλέγων τὰς συμφοράς.

καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς; ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.

τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς ἐν ἱστορίᾳ τρόπου τὸ δυεῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας· οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ πράγματος οὐδʼ ἀρνοῦνται πολλάκις εἰς τὸ παρὰ

δοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων· ὁ δʼ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγειν δίκαιός ἐστι, τῶν δʼ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα. πολλοὶ δʼ ὅλως τὰ χείρονα παραλείπουσιν ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους Ἔφορος μὲν εἰπὼν, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, ἀλλʼ οὐκ ἐπείσθη φησὶν οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς αὐτὰς ἐλπίδας· Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.

ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶχθαι, τὴν δʼ αἰτίαν ἀφʼ ἧς πέπρακται καὶ τὴν διάνοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ τὸν πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι διʼ Ἀσπασίαν ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι Λακεδαιμονίων ἐθελήσαντος. εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς διαβολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος, αὐτὸ τὸ πεπραγμένον ἐμφανῶς οὐ δυνάμενος

ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγαλονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον καὶ πάθους γυναικείου τνθέμενοι καὶ Κάτωνα λέγοντες ἑαυτὸν ἀνελεῖν δείσαντα τὸν μετʼ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.

δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ μὴ διʼ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιππον ἔνιοι φάσκουσιν ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως, ὡς Ἀλέξανδρον ἂν μὴ φρονίμως ἀλλʼ εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος, ὑποδυομένας. δῆλον γὰρ ὅτι τῶν πράξεων ἐλαττοῦσι τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατʼ ἀρετὴν καὶ διʼ αὑτῶν ἀφαιροῦντες.

ἔστι τοίνυν τοῖς ἀπʼ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν, ἐὰν μὴ μετριάζωσιν · οἱ δὲ πλαγίως οἷον ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπιστεῖν ἃ πάνυ πιστεύεσθαι θέλουσιν ἀρνούμενοι κακοήθειαν, ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλισκάνουσιν.

ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ, Σωκράτους

Ἀρι στύξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν ἀδικία δʼ οὐ προσῆν ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προαποτίθεται τὸν ἔπαινον.

ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χαρακτήρων· ἀρκοῦσι δʼ οὗτοι κατανόησιν τάνθρὼπου τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν.

πρῶτα δὴ πάντων ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφʼ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν · ταύτην ὁ γενναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν Ἰοῦν μετʼ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν, εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. δῆλον γάρ

φησὶν ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο. καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθʼ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτʼ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν ἄνθρωποι Ἡρόδοτος δὲ κατηγορεῖ τῶν βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.

οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας ἐφʼ Ἕλληνας ἀναστρέφει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ δευτέρᾳ βίβλῳ Μενέλαόν φησι παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον· ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον

ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι μισηθέντα δʼ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης. τοῦτον δὲ τὸν λόγον οὐκ οἶδʼ ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρʼ αὐτοῖς.

ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας, μὲν φησι παισὶ μίσγεσθαι παρʼ Ἑλλήνων μαθόντας καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρʼ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρʼ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρʼ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι καὶ τύπτεσθαι μὲν Αἰγυπτίους φησὶ καὶ πενθεῖν, τίνας δʼ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλʼ εὐστόμως κεῖσθαι περὶ τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν

Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δʼ Ἕλληνες, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν · καίτοι καὶ τὸν Αίγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλʼ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δʼ ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.

καὶ οὐ τοῦτο δεινόν· ἀλλʼ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον · οἱ δὲ Δωριέων φησὶν ἡγεμόνες φαίνοιντʼ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω ἀπὸ Δανάης τῆς Ἀκρισίου πατέρας. τὸν γὰρ Ἔπαφον καὶ τὴν Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, εἰς βαρβάρους ἀποξενῶσαι τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ

Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλʼ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.

καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον · τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτʼ εἴρηκεν ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πέρι πραγμάτων· ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν ὁ Πιττακὸς καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμὴ καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. τί οὖν ὁ Ἡρὸδοτος, κατὰ τὸν τόπον γενόμενος τοῦτον; ἀντὶ τῆς

Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος τῷ τὰ μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ αἰσχρὰ μὴ παραλιπεῖν μαρτυρήσας τοῖς ἀπὸ μιᾶς· κακίας καὶ τὸν φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.

μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος. ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.

ἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν· τὸν δὲ ἕνα φησὶ τὸν περιλειφθέντα τῶν τριηκοσίων αἰσχυνό μενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν. ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ

τοῦ Ὀθρυάδου ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.

ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ ἀλαζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ καὶ μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι τῶν βασιλέων· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀποδείκνυσιν ἔργον. ἀδελφὸν γὰρ αὐτῷ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ Πανταλέοντος ἕνα τῶν γνωρίμων ἐπὶ γνάφου διαφθεῖραι καταξαινόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον τὴν ἡγεμονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης.

ἀλλʼ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν

γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδʼ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴν ἄγουσι δὲ πάντες φησὶ πλὴν Ἐφεσίων καὶ Κολοφωνίων. τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.

Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ εὖ τὸ μὴ

διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε Πακτύης δʼ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος.