Vitae decem oratorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. V. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1893.

Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκοῦργος, ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ· τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν. ἀκροατὴς δὲ γενόμενος Πλάτωνος; τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν εἶτα καὶ Ἰσοκράτους· τοῦ ῥήτορος γνώριμος γενόμενος ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων· ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς· τιμὰς

αὐτῷ ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα, αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα, ἀεὶ τʼ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε, καὶ θέρους καὶ χειμῶνος. καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς; πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε. πιστευσάμενος δʼ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς. πολλὰ δʼ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην· καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου. ἔσχε δὲ
καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν; οὓς ἐξήλασεν· ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν. ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπʼ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο. καθʼ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις. διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ. εἰσήνεγκε δὲ καὶ νόμους·, τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα· τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις· οὐκ ἐξεῖναι γὰρ παρʼ αὐτὰς ὑποκρίνεσθαι. καὶ τρίτον, μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων ἄνευ τῆς
τοῦ προτέρου δεσπότου γνώμης. ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ, κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, καὶ δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν. ἔτι δʼ ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται αἱ δημοτικαὶ ὑπὸ τῶν πλουσιῶν εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας. τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον αὐτοῖς ἔδωκε· κατηγορούμενος δʼ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ, ἔφη ἀλλʼ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι τελώνου δὲ ποτʼ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δʼ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν· ἐπαινουμένου δʼ ἐπὶ τῇ πράξει, μεθʼ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου, ἔφη ταχέως γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι. εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα. εὔπορος δʼ ὢν ἱμάτιον
ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις ἡμέραις. ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δʼ αὐτῷ ὑποκειμένου, ἐφʼ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη. ἐγκαλοῦντος δʼ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι περὶ λόγους διατρίβων, ἀλλʼ εἴ τις γʼ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι. ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν· Ἀθηναίων γὲ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον καὶ ποδαπὸς ἂν εἴη εἶπεν ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι; ἀποθανόντος δʼ αὐτοῦ, παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους· Δημοσθένους δὲ καθʼ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου. ἐτάφη δʼ αὐτὸς καὶ
τῶν ἐκγόνων τινὲς δημοσίᾳ· καὶ ἔστιν αὐτῶν τὰ μνήματα ἀντικρὺ τῆς Παιωνίας Ἀθηνᾶς ἐν τῷ Μελανθίου τοῦ φιλοσόφου κήπῳ, τράπεζαι πεποιημέναι, αὐτοῦ τε τοῦ Λυκούργου καὶ τῶν παίδων αὐτοῦ ἐπιγεγραμμέναι καὶ εἰς ἡμᾶς ἔτι σῳζόμεναι. τὸ μέγιστον, χίλια διακόσια τάλαντα προσόδου τῇ πόλει κατέστησε, πρότερον ἑξήκοντα προσιόντων. μέλλων δὲ τελευτήσειν εἰς· τὸ μητρῷον καὶ τὸ βουλευτήριον ἐκέλευσεν αὑτὸν κομισθῆναι, βουλόμενος· εὐθύνας δοῦναι τῶν πεπολιτευμένων οὐδενὸς δὲ κατηγορῆσαι τολμήσαντος πλὴν Μενεσαίχμου, τὰς διαβολὰς ἀπολυσάμενος εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν, ἐπιεικὴς νομισθεὶς; παρὰ πάντα τὸν τοῦ βίου χρόνον καὶ ἐν λόγοις ἐπαινεθείς· καὶ μηδένα ἀγῶνα ἁλούς, καίτοι πολλῶν κατηγορησάντων. ἔσχε δὲ τρεῖς παῖδας ἐκ Καλλιστοῦς τῆς Ἅβρωνος μὲν θυγατρός, Καλλίου δὲ τοῦ Ἅβρωνος Βατῆθεν ἀδελφῆς, τοῦ ταμιεύσαντος στρατιωτικῶν ἐπὶ Χαιρώνδου ἄρχοντος· περὶ δὲ τῆς κηδείας ταύτης λέγει ὁ Δείναρχος ἐν τῷ κατὰ Πιστίου. κατέλιπε δὲ παῖδας Ἅβρωνα Λυκοῦργον Λυκόφρονα· ὧν ὁ Ἅβρων καὶ ὁ Λυκοῦργος ἄπαιδες μετήλλαξαν· ἀλλʼ ὃ γʼ Ἅβρων καὶ πολιτευσάμενος ἐπιφανῶς μετήλλαξε, Λυκόφρων
δὲ γήμας Καλλιστομάχην Φιλίππου Αἰξωνέως ἐγέννησε Καλλιστώ. ταύτην δὲ γήμας Κλεόμβροτος Δεινοκράτους Ἀχαρνεύς, ἐγέννησε Λυκόφρονα· τοῦτον δʼ ὁ πάππος εἰσεποιήσατο Λυκόφρων· οὗτος δʼ ἐτελεύτησεν ἄπαις· μετὰ δὲ τὴν Λυκόφρονος τελευτὴν ἔγημε τὴν Καλλιστὼ Σωκράτης καὶ ἔσχεν υἱὸν Σύμμαχον· τοῦ δʼ ἐγένετο Ἀριστώνυμος, τοῦ δὲ Χαρμίδης τοῦ δὲ Φιλίππη· ταύτης δὲ καὶ Λυσάνδρου Μήδειος, ὁ καὶ ἐξηγητὴς ἐξ Εὐμολπιδῶν γενόμενος· τούτου δὲ καὶ Τιμοθέας τῆς Γλαύκου παῖδες Λαοδάμεια καὶ Μήδειος, ὃς τὴν ἱερωσύνην Ποσειδῶνος Ἐρεχθέως εἶχε, καὶ Φιλίππη, ἥτις ἱεράσατο τῆς Ἀθηνᾶς ὕστερον· πρότερον δ̓ αὐτὴν γήμας Διοκλῆς ὁ Μελιτεὺς ἐγέννησε Διοκλέα, τὸν ἐπὶ τοὺς ὁπλίτας στρατηγήσαντα · γήμας δʼ οὗτος Ἡδίστην Ἅβρωνος Φιλιππίδην καὶ Νικοστράτην ἐγέννησε γήμας δὲ τὴν Νικοστράτην Θεμιστοκλῆς ὁ Θεοφράστου ὁ δᾳδοῦχος ἐγέννησε Θεόφραστον καὶ Διοκλέα· διετάξατο δὲ καὶ τὴν ἱερωσύνην τοῦ Ποσειδῶνος Ἐρεχθέως. φέρονται δὲ τοῦ ῥήτορος λόγοι δεκαπέντε. ἐστεφανώθη δʼ ὑπὸ τοῦ δήμου πολλάκις καὶ εἰκόνων ἔτυχεν· ἀνάκειται δʼ αὐτοῦ χαλκῆ εἰκὼν ἐν Κεραμεικῷ κατὰ ψήφισμα ἐπʼ Ἀναξικράτους ἄρχοντος· ἐφʼ οὗ ἔλαβε καὶ σίτησιν ἐν πρυτανείῳ αὐτός τε ὁ Λυκοῦργος καὶ ὁ πρεσβύτατος αὐτοῦ τῶν ἐκγόνων κατὰ τὸ αὐτὸ ψήφισμα· ἀποθανόντος
τε Λυκούργου, 5 πρεσβύτατος τῶν παίδων Λυκόφρων ἠμφισβήτησε τῆς δωρεᾶς. εἶπε δὲ καὶ περὶ ἱερῶν πολλάκις, γραψάμενος; Αὐτόλυκον τὸν Ἀρεοπαγίτην καὶ Λυσικλέα τὸν στρατηγὸν καὶ Δημάδη τὸν Δημέου καὶ Μενέσαιχμον ἄλλους τε πολλούς, καὶ πάντας εἷλεν. ἔκρινε δὲ καὶ Δίφιλον, ἐκ τῶν ἀργυρείων μετάλλων τοὺς μεσοκρινεῖς, οἳ ἐβάσταζον τὰ ὑπερκείμενα βάρη, ὑφελόντα καὶ ἐξ αὐτῶν πεπλουτηκότα παρὰ τοὺς νόμους· καὶ θανάτου ὄντος ἐπιτιμίου ἁλῶναι ἐποίησε, καὶ πεντήκοντα δραχμὰς ἐκ τῆς οὐσίας αὐτοῦ ἑκάστῳ τῶν πολιτῶν διένειμε, τῶν πάντων συναχθέντων ταλάντων ἑκατὸν ἑξήκοντα· · ἤ, ὥς τινες, μνᾶν. 5 δʼ εὐθύνας Ἀριστογείτονα καὶ Λεωκράτην καὶ Αὐτόλυκον δειλίας. ἐπεκαλεῖτο δʼ ὁ Λυκοῦργος ἶβις
  1. ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερὶς
κατῆγον δὲ τὸ γένος ἀπὸ τούτων καὶ Ἐρεχθέως τοῦ Γῆς καὶ Ἡφαίστου· τὰ δʼ ἐγγυτάτω ἀπὸ Λυκομήδους καὶ Λυκούργου, οὓς ὁ δῆμος ταφαῖς ἐτίμησε δημοσίᾳ· καὶ ἔστιν αὕτη ἡ καταγωγὴ τοῦ γένους
τῶν ἱερασαμένων τοῦ Ποσειδῶνος ἐν πίνακι τελείῳ, ὃς ἀνάκειται ἐν Ἐρεχθείῳ, γεγραμμένος ὑπʼ Ἰσμηνίου τοῦ Χαλκιδέως· καὶ εἰκόνες ξύλιναι τοῦ τε Λυκούργου καὶ τῶν υἱῶν αὐτοῦ, Ἅβρωνος Λυκούργου Λυκόφρονος, ἃς εἰργάσαντο Τίμαρχος καὶ Κηφισόδοτος, οἱ Πραξιτέλους υἱεῖς· τὸν δὲ πίνακα ἀνέθηκεν Ἅβρων ὁ παῖς; αὐτοῦ, λαχὼν ἐκ τοῦ γένους τὴν ἱερωσύνην καὶ παραχωρήσας τῷ ἀδελφῷ Λυκόφρονι· καὶ διὰ τοῦτο πεποίηται ὁ Ἅβρων προσδιδοὺς αὐτῷ τὴν τρίαιναν. πάντων δʼ ὧν διῴκησεν ἀναγραφὴν ποιησάμενος ἀνέθηκεν ἐν στήλῃ πρὸ τῆς ὑπʼ; αὐτοῦ κατασκευασθείσης παλαίστρας σκοπεῖν τοῖς βουλομένοις· οὐδεὶς μέντοι ἐδυνήθη ἐλέγξαι τὸν ἄνδρα νοσφισμοῦ. ἔγραψε δὲ καὶ Νεοπτόλεμον Ἀντικλέους στεφανῶσαι καὶ εἰκόνα ἀναθεῖναι, ὅτι ἐπηγγείλατο χρυσώσειν τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἐν ἀγορᾷ κατὰ τὴν μαντείαν τοῦ θεοῦ. ἐψηφίσατο δὲ καὶ Διοτίμῳ Διοπείθους Εὐωνυμεῖ τιμὰς ἐπὶ Κτησικλέους ἄρχοντος.