An seni respublica gerenda sit
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.
οὐ μὴν ἀλλʼ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας; ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου γέροντος ἐπὶ στρατηγίαν ἢ πραγματείαν,
ὁ δὲ τὸν ἐμβεβιωκότα πολιτικαῖς πράξεσι καὶ διηγωνισμένον οὐκ ἐῶν ἐπὶ τὴν δᾷδα καὶ τὴν κορωνίδα τοῦ βίου προελθεῖν, ἀλλʼ ἀνακαλούμενος καὶ κελεύων ὥσπερ ἐξ ὁδοῦ μακρᾶς μεταβαλέσθαι, παντάπασιν ἀγνώμων καὶ μηδὲν ἐκείνῳ προσεοικώς ἐστιν. ὥσπερ γὰρ ὁ[*](ὁ] ὁ μὲν R) γαμεῖν παρασκευαζόμενον γέροντʼ ἐστεφανωμένον καὶ μυριζόμενον ἀποτρέπων καὶ λέγων τὰ πρὸς τὸν Φιλοκτήτην
- μένʼ ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
[*](Eur. Or. 258)
οὐκ ἄτοπός ἐστι καὶ γὰρ αὐτοὶ πολλὰ τοιαῦτα παίζουσιν εἰς ἑαυτούς
ὁ δὲ τὸν πάλαι συνοικοῦντα καὶ συμβιοῦντα πολὺν χρόνον ἀμέμπτως οἰόμενος δεῖν ἀφεῖναι διὰ τὸ γῆρας τὴν γυναῖκα καὶ ζῆν καθʼ ἑαυτὸν ἢ παλλακίδιον ἀντὶ τῆς γαμετῆς ἐπισπάσασθαι, σκαιότητος ὑπερβολὴν οὐκ ἀπολέλοιπεν οὕτως ἔχει τινὰ λόγον τὸ προσιόντα δήμῳ πρεσβύτην, ἢ[*](ἢ] καὶ mei) Χλίδωνα τὸν γεωργὸν ἢ Λάμπωνα[*](Λάμπιν W) τὸν ναύκληρον ἤ τινα τῶν ἐκ τοῦ κήπου φιλοσόφων, νουθετῆσαι καὶ κατασχεῖν ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης ὁ δὲ Φωκίωνος ἢ Κάτωνος ἢ Περικλέους ἐπιλαβόμενος καὶ λέγων ὦ ξένʼ Ἀθηναῖε ἢ Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν κήδῃʼ[*](καταθίζων κάρα, ἤδη Madvigius. Fort. κρᾶτʼ ἀνθίζων ἤδη ), γραψάμενος ἀπόλειψιν[*](Iunius: ἀπολείψειν ) τῇ πολιτείᾳ καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ[*](γρηϊ σὺν ἀμφιπόλῳ Cobetus ex Hom. α 191) τῇ γεωργίᾳ συνεσόμενος ἢ πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα πείθει καὶ ἀχάριστα[*](ἀχάριταcum Vaticano (n. 139)?) πράττειν[*](ib. πράττειν] om. cod. E) τὸν πολιτικόν.
- γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν·
[*](Kock. 3 p. 451)
τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος
πάνυ μὲν οὖν, ὦ ἑταῖρε· τοὺς γὰρ Ἄρεος θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν,[*](Hom. Θ 453) οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ γέροντος κἂν τὸ κράνος ἀποκρύψῃ τὰς πολιάς[*](T 165), ἀλλά τε λάθρῃ γυῖα βαρύνεται καὶ προαπολείπει τῆς προθυμίας ἡ δύναμις τοὺς δὲ τοῦ Βουλαίου καὶ Ἀγοραίου καὶ Πολιέως Διὸς ὑπηρέτας οὐ ποδῶν ἔργα καὶ χειρῶν ἀπαιτοῦμεν, ἀλλὰ βουλῆς καὶ προνοίας καὶ λόγου, μὴ ῥαχίαν ποιοῦντος ἐν δήμῳ καὶ ψόφον ἀλλὰ νοῦν ἔχοντος καὶ φροντίδα πεπνυμένην καὶ ἀσφάλειαν οἷς ἡ γελωμένη πολιὰ καὶ ῥυτὶς ἐμπειρίας μάρτυς ἐπιφαίνεται, καὶ πειθοῦς συνεργὸν αὐτῷ καὶ[*](καὶ] del. M, sed etiamαὐτῷnon caret suspicione; numαὐτοῖς?) δόξαν ἤθους προστίθησι. πειθαρχικὸν γὰρ ἡ νεότης ἡγεμονικὸν δὲ τὸ γῆρας, καὶ μάλιστα σῷζεται πόλις
- λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;ʼ
[*](Kock. 3 p. 451)
καὶ τό
θαυμαστῶς ἐπαινεῖται. διὸ τὴν μὲν ἐν Λακεδαίμονι παραζευχθεῖσαν ἀριστοκρατίαν τοῖς βασιλεῦσιν ὁ Πύθιος πρεσβυγενέας ὁ δὲ Λυκοῦργος ἄντικρυς γέροντας ὠνόμασεν, ἡ δὲ Ῥωμαίων σύγκλητος ἄχρι νῦν γερουσία καλεῖται. καὶ καθάπερ ὁ νόμος τὸ διάδημα καὶ τὸν στέφανον, οὕτω τὴν πολιὰν φύσις ἔντιμον ἡγεμονικοῦ σύμβολον ἀξιώματος ἐπιτίθησι καὶ τὸ γέρας οἶμαι καὶ τὸ γεραίρειν ὄνομα σεμνὸν ἀπὸ τῶν γερόντων γενόμενον διαμένει, οὐχ ὅτι θερμολουτοῦσι[*](θερμολουτοῦσι] cf. Kock. 3 p. 410) καὶ καθεύδουσι μαλακώτερον, ἀλλʼ ὡς βασιλικὴν ἐχόντων τάξιν ἐν ταῖς πόλεσι κατὰ τὴν φρόνησιν, ἧς καθάπερ ὀψικάρπου φυτοῦ τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλειον ἐν γήρᾳ μόλις ἡ φύσις ἀποδίδωσι. τὸν γοῦν βασιλέα τῶν βασιλέων εὐχόμενον τοῖς θεοῖς
- βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
[*](Hom. B 53)- Νεστορέῃ παρὰ νηὶ
οἷος ἦν ὁ Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶν ἀρηίων καὶ μένεα πνεόντων[*](πνειόντων?) Ἀχαιῶν, ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας·
- τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν
[*](Hom. B 372.)
καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.
- σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας[*](Nauck. p. 419) νικᾷ
ἀλλὰ μὴν ἥ γε[*](γε Coraes: τε ) βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας ἔχει καὶ πόνους καὶ ἀσχολίας· τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι[*](ἂν ἀνελέσθαι R: ἂν ἑλέσθαι ) διάδημα· τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις ὦ Ἡράκλεις εἰπεῖν[*](idem: εἶπεν) οἷος
ἡμῶν ὁ βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν. ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δʼ ἀναλαβόντα καὶ καμπύλην ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δʼ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ[*](*: νουμᾶ ) καὶ Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, οὐκοῦν[*](οὐκοῦν *: οὔκουν ) μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας; καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.ἡ μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον· ἂν γὰρ τούτους ἔφη μεστοὺς ἀπαλλάξῃς, ἕτεροι προσίασι πεινῶντες· τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων· πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; ἢ πλοίων μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον[*](R: χειμερίων ) ἀγώνων,
πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι[*](πεῖσαι] κυβερνῆσαιexhibet in contextu V² ) δῆμον ἢ βουλὴν δύναιτʼ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον ἢ σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρʼ ἡνίαν καὶ παρʼ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπʼ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν εἰπεῖν· ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι τοῖς μανθάνουσιν, οὕτως ὁ πολιτικὸς οὐ λέγων μόνον οὐδʼ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει[*](ἀπεθύνει R) τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως[*](ἐμψύχοις M) καὶ κατασχηματιζόμενον. ὁ γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις[*](idem: ἀκινδύνως) εὐρύθμων σοφιστῶν, ἀλλʼ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν
- ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει;
[*](Bergk. 3 p. 719)
[*](Bergk. 2 p. 445) κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως.
- ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει