An seni respublica gerenda sit

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.

οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδʼ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν[*](αὑτὸν?) αἰδῶ τῶν νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν

ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα[*](παριόντα mei) ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι[*](Coraes: θρασύνεσθαι ), μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ[*](ὅπου γε Duebnerus) μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν ἢ τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον · ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλʼ ἧκε διʼ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ τῶν ὀμμάτων στέρεσθαι, νῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει[*](malimπράττοι), τῷ γήρᾳ εἶπεν.

ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας·, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας· ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος[*](παραμυθούμενος] ἐπανορθούμενος W hic et paulo post (p. 53 lin. 8)) ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως[*](ἀφόβως] ἀφθόνως R) τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δʼ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ

  1. οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
  2. [*](Hom. I 55 ib. Ἀχαιοί idem: ἀχαιῶν )
  3. οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο· μύθων,
  4. ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.

τούτου δὲ πολιτικώτερον[*](πολιτικώτερον] intell. ποιεῖmonuit R), μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ[*](δημοσίᾳ γʼ Schellensius) ὀνειδίζων[*](ib. ὀνειδίζων Madvigius: ὀνειδίζειν, malim tamen μόνον ὀνειδίζων Codez V² ὀνειδίζειν habet in rasura; ex pr. m. videntur haec: νομ. ζ... )[*](πολιτικώτερος ὁ μὴ μόνον - ὀνειδίζων W) ἄνευ δηγμοῦ σφόδρα

κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον· εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ· ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι[*](καθάψασθαι Coraes) παλαιόν τινα γέροντα τῶν ἀκηκοότων Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπʼ αὐτῷ γενησομένων.

καθόλου δʼ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν ὁμοίως ἑκάστην[*](ἑκάστην X: ἑκάστου ) Μελλιέρην τὸ πρῶτον εἶθʼ Ἱέρην τὸ δὲ τρίτον Παριέρην[*](πανιέρην? vid. Symbol.) καλοῦσιν· οὕτως ὁ τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι

πολιτεύεται[*](W: πολιτεύεσθαι ) καὶ μυούμενος τὰ δʼ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν · τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν, ὁ δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ παρασκευάζων τῇ πατρίδι
  1. μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων
  2. [*](Hom. I 443)
ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος ἐντείνας ἑαυτὸν εἴθισε· τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος· εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν[*](γε ἀργεῖν Faehsius: γεωργεῖν ) ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας[*](ἐν ὥρα συνάγοντας] cf. Athen. p. 279 f. 365 c); οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς[*](Amyotus: παιδείας ) καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν[*](postἁμαρτάνουσιν] erasae sunt 11 fere litt. in V². Fortasse adiectivum excidit) αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.