An seni respublica gerenda sit

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.

ὁ μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, ἀλλὰ τότε γʼ εἶπεν ἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν ψόφον ἀφεικὼς ὁ λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ χρήσιμον συνῆκτο καὶ κοινωνικόν τῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν[*](ἶριν Coraes: ἴβιν ) λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλʼ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων[*](Πλάτων] de Legg. p. 773 d. In V² post Πλάτων erasae sunt 4 litterae ex quibus tres posteriores: ειν discernuntur; fort. scriptum erat δεῖν ) ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον.

ἄνευ δὲ τούτων ἁμαρτάνουσιν οἱ οἷον[*](οἶον R) τὸ πλεῦσαι καὶ τὸ στρατεύσασθαι, τοιοῦτον ἡγούμενοι

καὶ τὸ πολιτεύσασθαι πρὸς ἄλλο τι[*](ἄλλο τι R: ἄλλα ) πραττόμενον, εἶτα καταλῆγον ἐν τῷ τυχεῖν ἐκείνου · λειτουργία γὰρ οὐκ ἔστιν ἡ πολιτεία τὴν χρείαν ἔχουσα πέρας, ἀλλὰ βίος ἡμέρου καὶ πολιτικοῦ καὶ κοινωνικοῦ ζῴου καὶ πεφυκότος[*](πεφυκὼς mei) ὅσον χρὴ[*](ib. χρὴ] χρὴ] ζῇ R) χρόνον πολιτικῶς καὶ φιλοκάλως καὶ φιλανθρώπως ζῆν. διὸ πολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι, καθάπερ ἀληθεύειν οὐκ ἀληθεῦσαι καὶ δικαιοπραγεῖν οὐ δικαιοπραγῆσαι καὶ φιλεῖν οὐ φιλῆσαι τὴν πατρίδα καὶ τοὺς πολίτας. ἐπὶ ταῦτα γὰρ ἡ φύσις ἄγει, καὶ ταύτας ὑπαγορεύει τὰς φωνὰς τοῖς μὴ διεφθορόσι τελείως ὑπʼ ἀργίας καὶ μαλακίας· καὶ
  1. πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ
  2. [*](Nauck. p. 917)
  1. μή[*](M: μήτε ) τι παυσώμεσθα[*](ib. παυσώμεσθα p. 1099a: παυσαίμεθα ) δρῶντες εὖ βροτούς
  2. [*](Nauck. p. 917)

οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες· ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δʼ Ἀντίγονος, ἀλλʼ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δʼ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ

Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς διʼ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης ὁ Λίβυς οἷος Κάτων ὁ Ῥωμαῖος, ὁ μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντʼ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δʼ ἠγανάκτουν, οὐδέν ἔφη δεινόν· ἐγὼ γὰρ ἔσομαι μεθʼ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντʼ ἔτη γεγονώς. Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον[*](*: γεγεννημένον ), ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ
  1. λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς[*](ib. εὐπρεπὴς] εὐγενὴς p. 1129c)
  2. [*](lacunam add. Doehnerus, R praeeunte. Suppleo: ποιεῖ διὰ τὴν ἕξιν (aut διὰ τὸ πονεῖν) ἀεὶ cf. Cic. Cat. mai. c. 10)[*](Nauck. p. 314)
  3. χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσε στέγος,ʼ
ὥς φησι Σοφοκλῆς· ὡς δʼ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος[*](φέγγος] sc. ἥμυσε), ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.

διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις ἢ σχολὴν ἄγοντας. Ἄτταλον γοῦν τὸν Εὐμένους[*](Coraes: εὐμενοῦς ) ἀδελφόν,

ὑπʼ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον· ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν· ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπʼ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ὁ ἀδελφὸς ἀπελάσας τὸν ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει[*](διεπαιδαγώγει Turnebus) τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος[*](Δαρεῖος] cf. p. 172 f) ὁ Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, ὁ δὲ Σκύθης Ἀτέας[*](Ἀτέας] ἀτμὰς mei) μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, ὅτε σχολάζοι[*](p. 176a: σχολάζει ) Διονύσιος δʼ ὁ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτʼ εἶπεν ἐμοὶ τοῦτο συμβαίη τόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον[*](ἀεὶ τεινόμενον R) ῥήγνυται, ψυχὴ δʼ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν[*](συνέχειαν] malimσυνήθειαν) ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι[*](συναμαυροῦσι R) ταῖς
ἡλικίαις[*](ἡλικίαις] μαλακίαις? vid. Symbol.) τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες· ἡ δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.

εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες,· ἀθάνατον μὲν ὄντα χρείαν δʼ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον ἡ δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν ἐστιν οὐ μὴν ἀγήρως οὐδʼ αὐτάρκης, ἀλλʼ ἀεὶ πολυωρίας δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν

  1. εἱανοῦ[*](ib. εἰανοῦ mei) ἁπτομένη καὶ τʼ ἐσσύμενον κατερύκει.
[*](Hom. Π 9) καὶ μὴν οἶσθά με τῷ Πυθίῳ λειτουργοῦντα πολλὰς Πυθιάδας· ἀλλʼ οὐκ ἂν εἴποις ἱκανά σοι, ὦ Πλούταρχε, τέθυται καὶ πεπόμπευται καὶ κεχόρευται, νῦν δʼ ὥρα πρεσβύτερον ὄντα τὸν στέφανον ἀποθέσθαι καὶ τὸ χρηστήριον ἀπολιπεῖν διὰ τὸ γῆρας. οὐκοῦν
μηδὲ σεαυτὸν οἴου δεῖν, τῶν πολιτικῶν ἱερῶν ἔξαρχον ὄντα καὶ προφήτην, ἀφεῖναι τὰς τοῦ Πολιέως καὶ Ἀγοραίου τιμὰς Διός, ἔκπαλαι κατωργιασμένον αὐταῖς.

ἀλλʼ ἀφέντες, εἰ βούλει, τὸν ἀποσπῶντα τῆς πολιτείας λόγον ἐκεῖνο σκοπῶμεν ἤδη καὶ φιλοσοφῶμεν, ὅπως μηδὲν ἀπρεπὲς μηδὲ βαρὺ τῷ γήρᾳ προσάξωμεν[*](*: προσάξωμεν ) ἀγώνισμα, πολλὰ μέρη τῆς πολιτείας ἐχούσης ἁρμόδια καὶ πρόσφορα τοῖς τηλικούτοις ὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾅδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οὓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλʼ ἐν ᾧ τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους οὕτως, ἐπεὶ τὸ πράττειν καὶ λέγειν μᾶλλον ἀνθρώποις ἢ κύκνοις τὸ ᾄδειν ἄχρι τελευτῆς κατὰ φύσιν ἔστιν, οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλʼ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους. οὐδὲ γὰρ τὰ σώματα παντελῶς ἀκίνητα καὶ ἀγύμναστα περιορῶμεν, ὅτε μὴ δυνάμεθα σκαφείοις μηδʼ ἁλτῆρσι χρῆσθαι μηδὲ δισκεύειν μηδʼ ὁπλομαχεῖν ὡς καὶ πρότερον, ἀλλʼ αἰώραις καὶ περιπάτοις, ἔνιοι δὲ καὶ σφαίρᾳ προσπαλαίοντες ἐλαφρῶς καὶ διαλεγόμενοι κινοῦσι τὸ πνεῦμα καὶ τὸ θερμὸν ἀναρριπίζουσι · μήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν[*](Coraes: περίδοιμεν ) μήτʼ αὖ

πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν τὸ γῆρας ἐξελεγχόμενον ἐπὶ τοιαύτας φωνὰς καταφέρεσθαι
  1. ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ·[*](Eur. Herc. 269)
  2. ἐν δʼ ἀσθενείᾳ τὸν πόθον[*](πόνον Nauck.) διώλεσας.
οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς; ἑαυτῷ τὰ κοινὰ πράγματα καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης ἢ φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως· πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος ἡ πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, παντὶ δʼ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετʼ εὐνοίας βαρὺ παρʼ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδʼ[*](μηδʼ] οὐδʼ?) εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον ἢ τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον.

ʼ · ὥσπερ οὖν τὸν Βουκέφαλον ὁ Ἀλέξανδρος πρεσβύτερον ὄντα μὴ βουλόμενος πιέζειν ἑτέροις ἐπωχεῖτο πρὸ τῆς μάχης ἵπποις, ἐφοδεύων τὴν

φάλαγγα καὶ καθιστὰς εἰς τὴν τάξιν, εἶτα δοὺς τὸ σύνθημα καὶ μεταβὰς ἐπʼ ἐκεῖνον εὐθὺς ἐπῆγε τοῖς πολεμίοις καὶ διεκινδύνευεν · οὕτως ὁ πολιτικός, ἂν ἔχῃ νοῦν, αὐτὸς αὑτὸν ἡνιοχῶν πρεσβύτην γενόμενον ἀφέξεται τῶν οὐκ ἀναγκαίων καὶ παρήσει τοῖς ἀκμάζουσι χρῆσθαι πρὸς τὰ μικρότερα τὴν πόλιν, ἐν δὲ τοῖς μεγάλοις αὐτὸς ἀγωνιεῖται προθύμως. οἱ μὲν γὰρ ἀθληταὶ τὰ σώματα τῶν· ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους· ἡμεῖς δὲ τοὐναντίον, ἐῶντες τὰ μικρὰ καὶ φαῦλα, τοῖς ἀξίοις σπουδῆς φυλάξομεν ἑαυτούς· νέῳ μὲν γὰρ ἴσως ἐπέοικε καθʼ Ὅμηρον[*](Ὁμηρον] X 71) πάντα, καὶ δέχονται[*](W: ἔχονται ) καὶ ἀγαπῶσι τὸν μὲν μικρὰ καὶ πολλὰ πράττοντα δημοτικὸν καὶ φιλόπονον τὸν δὲ[*](ib. τὸν μὲν - τὸν δὲ W: τὰ μὲν - τὰ δὲ ) λαμπρὰ καὶ σεμνὰ γενναῖον καὶ μεγαλόφρονα καλοῦντες· ἔστι δʼ ὅπου καὶ τὸ φιλόνεικον καὶ παράβολον ὥραν ἔχει τινὰ καὶ χάριν ἐπιπρέπουσαν τοῖς τηλικούτοις ὁ[*](ὁ] deleverim) πρεσβύτης δʼ ἀνὴρ ἐν πολιτείᾳ διακονικὰς λειτουργίας ὑπομένων, οἷα τελῶν πράσεις καὶ λιμένων ἐπιμελείας καὶ ἀγορᾶς, ἔτι δὲ πρεσβείας καὶ ἀποδημίας πρὸς ἡγεμόνας καὶ δυνάστας ὑποτρέχων, ἐν αἷς ἀναγκαῖον οὐδὲν οὐδὲ σεμνὸν ἔνεστιν ἀλλὰ θεραπεία καὶ τὸ πρὸς χάριν, ἐμοὶ μὲν οἰκτρόν, ὦ φίλε, φαίνεται καὶ ἄζηλον, ἑτέροις δʼ ἴσως καὶ ἐπαχθὲς φαίνεται[*](φανεῖται Coraes, del. M fortasse rectius) καὶ φορτικόν.

οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα

φέρεσθαι[*](φέρεσθαι] malimφαίνεσθαιcum pr. m.ϝ² ), πλὴν· ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα· καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς· Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ βίου παντὸς ἡ πατρὶς ἀνατέθεικε πόνον[*](πόνον κἑ] cf. Eur. Bacch. 66) ἡδὺν κάματὸν τ̓ εὐκάματον ἔχουσαν. δεῖ δὲ[*](δὲ] om. mei) καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδʼ αἰτουμένους[*](αἰτοῦντας R, sed auctor usus fuisse vid. αἰτουμένους forma media propter insequens παραιτουμένους ) ἀλλὰ παραιτουμένους, μηδʼ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλʼ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντʼ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν· ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.