An seni respublica gerenda sit

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol V. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1893.

ὅτι μέν, ὦ Εὔφανες, ἐπαινέτης ὢν Πινδάρου πολλάκις ἔχεις διὰ στόματος ὡς εἰρημένον εὖ καὶ πιθανῶς ὑπʼ αὐτοῦ

  1. τιθεμένων ἀγώνων πρόφασις
  2. [*](Bergk. 1 p. 456)
  3. ἀρετὰν[*](anteἀρετὰνaliquid intercidisse numerus versus arguit Bergkius) ἐς[*](ἐς Pindarus: εἰς ) αἰπὺν ἔβαλε σκότον
οὐκ ἀγνοοῦμεν. ἐπειδὴ δὲ πλείστας αἱ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας ἀποκνήσεις καὶ μαλακίαι προφάσεις ἔχουσαι τελευταίαν ὥσπερ τὴν ἀφʼ ἱερᾶς[*](cf. Leutsch. 2 p. 320) ἐπάγουσιν ἡμῖν τὸ γῆρας, καὶ μάλιστα δὴ τούτῳ τὸ φιλότιμον ἀμβλύνειν καὶ δυσωπεῖν δοκοῦσαι πείθουσιν εἶναί τινα πρέπουσαν οὐκ ἀθλητικῆς μόνον ἀλλὰ καὶ πολιτικῆς περιόδου κατάλυσιν οἴομαι δεῖν ἃ πρὸς ἐμαυτὸν ἑκάστοτε λογίζομαι καὶ πρὸς σὲ διελθεῖν περὶ τῆς πρεσβυτικῆς πολιτείας· ὅπως; μηδέτερος ἀπολείψει τὴν μακρὰν συνοδίαν μέχρι δεῦρο κοινῇ προερχομένην μηδὲ τὸν πολιτικὸν βίον ὥσπερ ἡλικιώτην καὶ συνήθη φίλον ἀπορρίψας μεταβαλεῖται[*](Duebnerus: μεταβάληται ) πρὸς ἄλλον ἀσυνήθη καὶ χρόνον οὐκ ἔχοντα συνήθη γενέσθαι καὶ οἰκεῖον, ἀλλʼ ἐμμενοῦμεν οἷς ἀπʼ ἀρχῆς προειλόμεθα, ταὐτὸ τοῦ ζῆν καὶ τοῦ
ἀν σενι ρεσπιιβλιξα ʽʼἐερενδα σιτ. καλῶς ζῆν ποιησάμενοι πέρας εἴ γε δὴ μὴ μέλλοιμεν ἐν βραχεῖ τῷ λειπομένῳ τὸν πολὺν ἐλέγγειν χρόνον, · ὡς ἐπʼ οὐδενὶ καλῷ μάτην ἀνηλωμένον. οὐ γὰρ ἡ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον[*](καλὸν ἐντάφιον] cf. Isocr. 6, 125)· ἀλλʼ ἐκείνῳ γε[*](γε] μὲν R) τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τὸ γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε. καὶ καλῶς[*](καλῶς Emperius: καθὼς ) Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος, ἰδιώτην ἐκ τυράννου γεγενημένον ὡς ἀναξίως ἔφη Διονύσιε, σεαυτοῦ πράττεις· οὐ γὰρ ἐνταῦθά σε μεθʼ ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλʼ ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ ὁ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαι πολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον ὠφελίμως ἢ ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι τοῦτο γάρ
  1. ἔσχατον δύεται κατὰ γᾶς
  2. [*](Bergk. 2 p. 417)
ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας ὁ τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης· ὅπερ[*](ὅπερ] διόπερ W) οὐδὲ λέγειν καλὸν οὐδʼ ἀποδέχεσθαι τῶν[*](τῶν] δεῖ τῶν Duebnerus) λεγόντων, ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ
φιλότιμον ἀγήρων[*](Thucydides 2, 44, 4: ἀγήρω ) μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, ὃ καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις· οὐδεὶς γὰρ πώποτʼ[*](πώποτεaccessit ex Stob. 45, 20) εἶδεν[*](εἶδενidem: οἶδεν) ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπʼ ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας. ὁ γὰρ Κάτων[*](Κάτων] cf. Vit. Cat. ma. c. 9) ἔλεγεν, ὅτι πολλὰς ἰδίας ἔχοντι τῷ γήρᾳ κῆρας οὐ δεῖ τὴν ἀπὸ τῆς κακίας ἑκόντας ἐπάγειν αἰσχύνην· πολλῶν δὲ κακιῶν οὐδεμιᾶς ἧττον ἀπραξία καὶ δειλία καὶ μαλακία καταισχύνουσιν ἄνδρα πρεσβύτην, ἐκ πολιτικῶν ἀρχείων καταδυόμενον εἰς οἰκουρίαν γυναικῶν ἢ κατʼ ἀγρὸν ἐφορῶντα καλαμητρίδας[*](Coraes: καλαμητρίας ) καὶ θεριστάς·
  1. ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα
  2. [*](Eur. Phoen. 1688)
τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ[*](ἀλλʼ ὥσπερ Hauptius) Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι[*](ἐξέγρεσθαι mei) γέροντα μετὰ πεντήκοντα ἔτη· εἶτα τὴν[*](εἶτα τὴν *: οὔτ ἂν ) οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν[*](R: συμβεβηκυῖαν ) ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτʼ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας
εἰπεῖν ὄψʼ[*](ὄψʼ Hauptius: ὀψέ μʼ (an ὄψιμʼ?) cf. Leutsch. 2 p. 598. Nauck. Bemerk. zu Kock. Fr. Com. p. 175) ἦλθες ἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρʼ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος[*](ἀτεχνότερος] sanum est ut vid. cf. Plat. de Legg. p. 679a: ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι) ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ἢ ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ[*](οὖ μὴ] οὐ μὴν mei) πεπείρασαι, μεταλλάττων[*](μεταλλάττεινidem). τὸ γάρ πόλις ἄνδρα διδάσκει[*](Bergk. 3 p. 418) κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας.

καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους τοῦ τὰ κοινὰ πράττειν· καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονότας, λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν ---[*](οὐ γὰρ τος. ἀηθ. τόλμης ἐμπόδιον καὶ τριβῆς ἔνδεια ἀποτροπὴ ἑκάστῳ τῶν στρατιωτῶν ὅσον ἀνδρὶ πολιτικῷR. Lacunam significavit Duebnerus). ὁ δὲ Κάτων μετʼ ὀγδοήκοντʼ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετʼ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι.

Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, ὡς ἐθορύβησαν, ἀκούσατʼ εἶπε νέοι γέροντος οὗ νέου γέροντες ἤκουον. ἡ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε· καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν[*](κλεῖς τῶν πυλῶν] cf. Thucyd. 2, 21) ἀποσφραγισάμενος. ἀλλὰ μὴν ἅ γε Ξενοφῶν περὶ Ἀγησιλάου[*](Ἀγησιλάου] Xen. 11, 15) γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαι ποίας γάρ φησὶ νεότητος οὐ κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου, καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν ἢ Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;

εἶτʼ ἐκείνους μὲν τηλικαῦτα πράττειν ὁ χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δʼ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δʼ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-·

δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους· εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς[*](ὡς *: καὶ ) τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν
  1. ἀμφὶ διδασκαλίῃ δὲ[*](δὲ] om. mei) Σιμωνίδῃ ἕσπετο κῦδος
  2. [*](Bergk. 3 p. 496)
  3. ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος.
Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων[*](παίδων X: πολλῶν ) παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ[*](Κολωνῷ Coraes: Κολωνοῦ ) πάροδον, ᾗ[*](ᾗ] malimἡς) ἐστιν ἀρχὴ
  1. εὐίππου, ξένε, τᾶσδε χώρας
  2. [*](ἔνθʼ ἁ: ἔνθαetiam Sophoclis cod.)
  3. ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
  4. τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ
  5. ἁ λίγεια[*](λιγεῖα Nauckius) μινύρεται
  6. θαμίζουσα μάλιστʼ ἀηδὼν
  7. χλωραῖς ὑπὸ βάσσαις.
θαυμαστοῦ δὲ τοῦ μέλους φανέντος, ὥσπερ ἐκ θεάτρου τοῦ δικαστηρίου προπεμφθῆναι μετὰ κρότου καὶ βοῆς τῶν παρόντων. τουτὶ δʼ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τοὐπιγραμμάτιον[*](*: τὸ ἐπιγραμμάτιον )
  1. ᾠδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν
  2. [*](Bergk. 2 p. 245)
  3. πέντʼ ἐπὶ πεντήκοντα.
Φιλήμονα δὲ τὸν κωμικὸν καὶ Ἀλεξιν ἐπὶ τῆς σκηνῆς ἀγωνιζομένους καὶ στεφανουμένους ὁ θάνατος κατέλαβε. πῶλον δὲ τὸν τραγῳδὸν Ἐρατοσθένης
καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντʼ ἔτη γεγενημένον ὀκτὼ τραγῳδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.

ἆρʼ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδʼ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν· ὅπου γὰρ ὁ Δημοσθένης[*](Δημοσθένης] 21, 568) φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, ἦ που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι προεδρίας ἀπολιπών, εἶθʼ ὁρώμενος ἐν ἀλφίτων καὶ στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενον ἵππου γῆρας[*](ἵππου γῆρας] Leutsch. 2 p. 175) ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας[*](ἀγοραίας] ἀγορᾶς mei) ἅπτεσθαι μετὰ πολιτείαν[*](πολιτείαν Madvigius: πολιτείας ) ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου· καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δʼ, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις τὰς ἡδυπαθείας καὶ. τὰς τρυφὰς[*](τροφὰς mei) ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν

τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον ὁ βίος· αὐτοῦ πότερον ἀφροδίσια[*](ἀφροδισίαν αὐτῆς mei) ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλʼ ἔτι πλέουσαν ἀπολείπουσιν· ἢ καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ[*](οὐδὲ] οὐδὲν R) τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον[*](Λεύκολλον Duebnerus: λεύκολλον ἣν εὖπεν ) αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς[*](malim καθημερινὰς ) καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρʼ ἡλικίαν· ἔφη γὰρ ὁ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ τρυφᾶν ἢ τὸ ἄρχειν· ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ὁ ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρʼ ὥραν, ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδʼ ἔλαβεν εἰπών οὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;

καὶ γὰρ εἰ ζητεῖ πάντως ἡ φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ ἡ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται[*](Nauck. p. 369)

μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας[*](*: ἀπημβλυμένας ) τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον ἡδονὰς οὐκ ἀγεννεῖς οὐδʼ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλʼ ἡ πολιτεία καλλίστας μὲν ἡδονὰς ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν ἢ μόναις ἢ μάλιστα χαίρειν· αὗται δʼ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ὁ ζῳγράφος οὕτως; ἔχαιρε τοῖς τῆς τέχνης ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δʼ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα[*](Vit. Galb. c. 16: κανὸς) Κάνος δʼ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρʼ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις[*](κνήσεις R); ἀλλʼ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ
μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δʼ, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς ὁ πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου[*](Εὐριπίδου] Nauck. p. 655) χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις[*](cf. Phaedr. p. 246b. 248e) πτεροῖς ὅμοια[*](ὅμοια] ὅμοιαι?) τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν.

Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν[*](ἔγραφεν mei) ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα[*](Ξενοφῶντα] Comm. 2, 1, 31), θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα[*](συμμαρτυροῦσα *: ἡ μαρτυροῦσα ) τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών[*](ἡγεμὼν] γέμων Hauptius), οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ

ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων[*](ξύλων] om. iidem) ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττειν[*](fort. scrib. partim cum aliis ita: ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης cett. τεχνῖται - εἶναι] om. mei). ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος[*](ναύκληρος Leonicus: ναυκληρικὸς ) ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον οὐ χαλεπῶς ἔφη τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως· οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων[*](ita W: ἀπὸ τῶν τυχόντων γενομένην ) ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη[*](Iannotius: δεχομένη ) χορηγοῦντος οὐδὲ προδικοῦντος[*](προδικοῦντοςidem: προσδοκῶντος) οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ
γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶ χοροὶ καὶ Μοῖσα[*](Μοῖσα Boeckhius: μοῦσα ) καὶ Ἀγλαΐα[*](cf. Bergk. 1 p. 448) καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν;

ὃ τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἣκιστα διερείδεται πρὸς τὸ γῆρας· κύνες γὰρ καὶ βαΰζουσιν[*](καὶ βαΰζουσιν] προσβαΰζουσιν Coraes. cf. Bywater. p. 45) ὃν ἂν μὴ γινώσκωσι καθʼ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι[*](διαφλέγεσθαι Madvigius) προεκπίπτων , ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δʼ ἀπὸ τοῦ χρόνου πρωτεῖον, ὃ καλεῖται κυρίως πρεσβεῖον, ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον ἢ

τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν ἢ λόγου δεινότητος ἢ σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφʼ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, ὁ τῷ φθόνῳ διαναυμαχήσας πολὺν χρόνον, εἶτα παυσαμένου καὶ στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ χορὸν οὔτʼ ἐγκαταλείπειν[*](*: ἐγκαταλιπεῖν ) δίκαιον· ἀλλʼ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην, ἃ πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις ἢ μένουσιν. εἰ δέ τι καὶ περίεστι φθόνου λείψανον ἢ φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον ἢ δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους[*](*: ἀνόπλους ) ἀπιόντας· οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες ἐπιτίθενται.

μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα[*](malimἘπαμεινώνδου) τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος;

ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ νῦν μέν ἔφη θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας[*](Coraes: κόπτοντας ), οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος[*](διὰ φροντίδος R) μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης·
  1. λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.
  2. [*](Nauck. p. 314)
οὐ γὰρ τόσον[*](οὐ γὰρ τόσον] om. codices. Malimοὐ γὰρ τοσοῦτον) σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ
φαινόμενον[*](καὶ τὸ μὴ φαινόμενον κἑ] Fort. ἅτε μὴ φαινομένων (sc. τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων) ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δʼ ὑπὸ δόξης κενῆς cett. Reiskius coniecerat: καὶ τὸ μὴ φαινόμενον (sc. τινα) ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δʼ ὑπὸ δόξης cett.) ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι[*](τε χρῆσθαι G. Papavassiliu: κεκρῆσθαι ) καὶ μετρίως τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι τὰ πράγματα, παρωσάμεναί τε[*](τε] γε?) στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις[*](τοὺς πολεμίους mei) διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος οὐ μὰ τοὺς θεούς εἶπεν ἀλλὰ τοιοῦτον μὲν εἶναι[*](εἶναι] supplendum vid. εἰκὸς εἶναι cf. p. 187c) τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν ἅμα πρόσω καὶ ὀπίσω τῶν πραγμάτων ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον. ὁ γὰρ Σοφοκλῆς[*](Σοφοκλῆς] cf. Plat. Rep. p. 329 c) ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην,
ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς[*](πολλοὺς καὶ Duebnerus) μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν ταῖς φροντίσιν.

οὐ μὴν ἀλλʼ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας; ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου γέροντος ἐπὶ στρατηγίαν ἢ πραγματείαν,

  1. μένʼ ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
  2. [*](Eur. Or. 258)
ὁ δὲ τὸν ἐμβεβιωκότα πολιτικαῖς πράξεσι καὶ διηγωνισμένον οὐκ ἐῶν ἐπὶ τὴν δᾷδα καὶ τὴν κορωνίδα τοῦ βίου προελθεῖν, ἀλλʼ ἀνακαλούμενος καὶ κελεύων ὥσπερ ἐξ ὁδοῦ μακρᾶς μεταβαλέσθαι, παντάπασιν ἀγνώμων καὶ μηδὲν ἐκείνῳ προσεοικώς ἐστιν. ὥσπερ γὰρ ὁ[*](ὁ] ὁ μὲν R) γαμεῖν παρασκευαζόμενον γέροντʼ ἐστεφανωμένον καὶ μυριζόμενον ἀποτρέπων καὶ λέγων τὰ πρὸς τὸν Φιλοκτήτην
  1. τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα
  2. [*](Kock. 3 p. 609. Nauck. p. 841)
  3. δέξαιτʼ ἄν; εὖ γοῦν[*](γοῦν Musgravius: γʼ οὖν ) ὡς γαμεῖν ἔχεις τάλας
οὐκ ἄτοπός ἐστι καὶ γὰρ αὐτοὶ πολλὰ τοιαῦτα παίζουσιν εἰς ἑαυτούς
  1. γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν·
  2. [*](Kock. 3 p. 451)
ὁ δὲ τὸν πάλαι συνοικοῦντα καὶ συμβιοῦντα πολὺν χρόνον ἀμέμπτως οἰόμενος δεῖν ἀφεῖναι διὰ τὸ γῆρας τὴν γυναῖκα καὶ ζῆν καθʼ ἑαυτὸν ἢ παλλακίδιον ἀντὶ τῆς γαμετῆς ἐπισπάσασθαι, σκαιότητος ὑπερβολὴν οὐκ ἀπολέλοιπεν οὕτως ἔχει τινὰ λόγον τὸ προσιόντα δήμῳ πρεσβύτην, ἢ[*](ἢ] καὶ mei) Χλίδωνα τὸν γεωργὸν ἢ Λάμπωνα[*](Λάμπιν W) τὸν ναύκληρον ἤ τινα τῶν ἐκ τοῦ κήπου φιλοσόφων, νουθετῆσαι καὶ κατασχεῖν ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης ὁ δὲ Φωκίωνος ἢ Κάτωνος ἢ Περικλέους ἐπιλαβόμενος καὶ λέγων ὦ ξένʼ Ἀθηναῖε ἢ Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν κήδῃʼ[*](καταθίζων κάρα, ἤδη Madvigius. Fort. κρᾶτʼ ἀνθίζων ἤδη ), γραψάμενος ἀπόλειψιν[*](Iunius: ἀπολείψειν ) τῇ πολιτείᾳ καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ[*](γρηϊ σὺν ἀμφιπόλῳ Cobetus ex Hom. α 191) τῇ γεωργίᾳ συνεσόμενος ἢ πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα πείθει καὶ ἀχάριστα[*](ἀχάριταcum Vaticano (n. 139)?) πράττειν[*](ib. πράττειν] om. cod. E) τὸν πολιτικόν.

τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος

  1. λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;ʼ
  2. [*](Kock. 3 p. 451)
πάνυ μὲν οὖν, ὦ ἑταῖρε· τοὺς γὰρ Ἄρεος
θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν,[*](Hom. Θ 453) οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ γέροντος κἂν τὸ κράνος ἀποκρύψῃ τὰς πολιάς[*](T 165), ἀλλά τε λάθρῃ γυῖα βαρύνεται καὶ προαπολείπει τῆς προθυμίας ἡ δύναμις τοὺς δὲ τοῦ Βουλαίου καὶ Ἀγοραίου καὶ Πολιέως Διὸς ὑπηρέτας οὐ ποδῶν ἔργα καὶ χειρῶν ἀπαιτοῦμεν, ἀλλὰ βουλῆς καὶ προνοίας καὶ λόγου, μὴ ῥαχίαν ποιοῦντος ἐν δήμῳ καὶ ψόφον ἀλλὰ νοῦν ἔχοντος καὶ φροντίδα πεπνυμένην καὶ ἀσφάλειαν οἷς ἡ γελωμένη πολιὰ καὶ ῥυτὶς ἐμπειρίας μάρτυς ἐπιφαίνεται, καὶ πειθοῦς συνεργὸν αὐτῷ καὶ[*](καὶ] del. M, sed etiamαὐτῷnon caret suspicione; numαὐτοῖς?) δόξαν ἤθους προστίθησι. πειθαρχικὸν γὰρ ἡ νεότης ἡγεμονικὸν δὲ τὸ γῆρας, καὶ μάλιστα σῷζεται πόλις
  1. ἔνθα βουλαὶ[*](ib. βουλαὶ μὲν Boeckhius) γερόντων, καὶ νέων ἀνδρῶν ἀρικαὶ τὸ στεύοισιν[*](ib. e. idem: ἀριστεύουσιν) αἰχμαί
  2. [*](Bergk. 1 p. 448)
καὶ τό
  1. βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
  2. [*](Hom. B 53)
  3. Νεστορέῃ παρὰ νηὶ
θαυμαστῶς ἐπαινεῖται. διὸ τὴν μὲν ἐν Λακεδαίμονι παραζευχθεῖσαν ἀριστοκρατίαν τοῖς βασιλεῦσιν ὁ Πύθιος πρεσβυγενέας ὁ δὲ Λυκοῦργος ἄντικρυς γέροντας ὠνόμασεν, ἡ δὲ Ῥωμαίων σύγκλητος ἄχρι νῦν γερουσία καλεῖται. καὶ καθάπερ ὁ νόμος τὸ διάδημα καὶ τὸν στέφανον, οὕτω τὴν πολιὰν φύσις ἔντιμον ἡγεμονικοῦ σύμβολον ἀξιώματος ἐπιτίθησι
καὶ τὸ γέρας οἶμαι καὶ τὸ γεραίρειν ὄνομα σεμνὸν ἀπὸ τῶν γερόντων γενόμενον διαμένει, οὐχ ὅτι θερμολουτοῦσι[*](θερμολουτοῦσι] cf. Kock. 3 p. 410) καὶ καθεύδουσι μαλακώτερον, ἀλλʼ ὡς βασιλικὴν ἐχόντων τάξιν ἐν ταῖς πόλεσι κατὰ τὴν φρόνησιν, ἧς καθάπερ ὀψικάρπου φυτοῦ τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλειον ἐν γήρᾳ μόλις ἡ φύσις ἀποδίδωσι. τὸν γοῦν βασιλέα τῶν βασιλέων εὐχόμενον τοῖς θεοῖς
  1. τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν
  2. [*](Hom. B 372.)
οἷος ἦν ὁ Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶν ἀρηίων καὶ μένεα πνεόντων[*](πνειόντων?) Ἀχαιῶν, ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας·
  1. σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας[*](Nauck. p. 419) νικᾷ
καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.

ἀλλὰ μὴν ἥ γε[*](γε Coraes: τε ) βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας ἔχει καὶ πόνους καὶ ἀσχολίας· τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι[*](ἂν ἀνελέσθαι R: ἂν ἑλέσθαι ) διάδημα· τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις ὦ Ἡράκλεις εἰπεῖν[*](idem: εἶπεν) οἷος

ἡμῶν ὁ βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν. ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δʼ ἀναλαβόντα καὶ καμπύλην ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δʼ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ[*](*: νουμᾶ ) καὶ Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, οὐκοῦν[*](οὐκοῦν *: οὔκουν ) μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτʼ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας; καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν ἡ τὸ φρονεῖν ἐπιφέρουσα διʼ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.

ἡ μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον· ἂν γὰρ τούτους ἔφη μεστοὺς ἀπαλλάξῃς, ἕτεροι προσίασι πεινῶντες· τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων· πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; ἢ πλοίων μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον[*](R: χειμερίων ) ἀγώνων,

  1. ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει;
  2. [*](Bergk. 3 p. 719)
πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι[*](πεῖσαι] κυβερνῆσαιexhibet in contextu V² ) δῆμον ἢ βουλὴν δύναιτʼ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον ἢ σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρʼ ἡνίαν καὶ παρʼ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπʼ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν εἰπεῖν· ἀλλʼ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι τοῖς μανθάνουσιν, οὕτως ὁ πολιτικὸς οὐ λέγων μόνον οὐδʼ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει[*](ἀπεθύνει R) τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως[*](ἐμψύχοις M) καὶ κατασχηματιζόμενον. ὁ γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις[*](idem: ἀκινδύνως) εὐρύθμων σοφιστῶν, ἀλλʼ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν
  1. ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει
[*](Bergk. 2 p. 445) κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος· νέοι γὰρ ὄντες πρεσβυτέροις
ἐπιβάλλοντες, εἶθʼ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως.

ὁ μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, ἀλλὰ τότε γʼ εἶπεν ἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν ψόφον ἀφεικὼς ὁ λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ χρήσιμον συνῆκτο καὶ κοινωνικόν τῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν[*](ἶριν Coraes: ἴβιν ) λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλʼ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων[*](Πλάτων] de Legg. p. 773 d. In V² post Πλάτων erasae sunt 4 litterae ex quibus tres posteriores: ειν discernuntur; fort. scriptum erat δεῖν ) ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον.

ἄνευ δὲ τούτων ἁμαρτάνουσιν οἱ οἷον[*](οἶον R) τὸ πλεῦσαι καὶ τὸ στρατεύσασθαι, τοιοῦτον ἡγούμενοι

καὶ τὸ πολιτεύσασθαι πρὸς ἄλλο τι[*](ἄλλο τι R: ἄλλα ) πραττόμενον, εἶτα καταλῆγον ἐν τῷ τυχεῖν ἐκείνου · λειτουργία γὰρ οὐκ ἔστιν ἡ πολιτεία τὴν χρείαν ἔχουσα πέρας, ἀλλὰ βίος ἡμέρου καὶ πολιτικοῦ καὶ κοινωνικοῦ ζῴου καὶ πεφυκότος[*](πεφυκὼς mei) ὅσον χρὴ[*](ib. χρὴ] χρὴ] ζῇ R) χρόνον πολιτικῶς καὶ φιλοκάλως καὶ φιλανθρώπως ζῆν. διὸ πολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι, καθάπερ ἀληθεύειν οὐκ ἀληθεῦσαι καὶ δικαιοπραγεῖν οὐ δικαιοπραγῆσαι καὶ φιλεῖν οὐ φιλῆσαι τὴν πατρίδα καὶ τοὺς πολίτας. ἐπὶ ταῦτα γὰρ ἡ φύσις ἄγει, καὶ ταύτας ὑπαγορεύει τὰς φωνὰς τοῖς μὴ διεφθορόσι τελείως ὑπʼ ἀργίας καὶ μαλακίας· καὶ
  1. πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ
  2. [*](Nauck. p. 917)
  1. μή[*](M: μήτε ) τι παυσώμεσθα[*](ib. παυσώμεσθα p. 1099a: παυσαίμεθα ) δρῶντες εὖ βροτούς
  2. [*](Nauck. p. 917)

οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες· ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δʼ Ἀντίγονος, ἀλλʼ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δʼ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ

Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς διʼ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης ὁ Λίβυς οἷος Κάτων ὁ Ῥωμαῖος, ὁ μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντʼ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δʼ ἠγανάκτουν, οὐδέν ἔφη δεινόν· ἐγὼ γὰρ ἔσομαι μεθʼ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντʼ ἔτη γεγονώς. Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον[*](*: γεγεννημένον ), ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ
  1. λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς[*](ib. εὐπρεπὴς] εὐγενὴς p. 1129c)
  2. [*](lacunam add. Doehnerus, R praeeunte. Suppleo: ποιεῖ διὰ τὴν ἕξιν (aut διὰ τὸ πονεῖν) ἀεὶ cf. Cic. Cat. mai. c. 10)[*](Nauck. p. 314)
  3. χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσε στέγος,ʼ
ὥς φησι Σοφοκλῆς· ὡς δʼ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος[*](φέγγος] sc. ἥμυσε), ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.

διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις ἢ σχολὴν ἄγοντας. Ἄτταλον γοῦν τὸν Εὐμένους[*](Coraes: εὐμενοῦς ) ἀδελφόν,

ὑπʼ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον· ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν· ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπʼ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ὁ ἀδελφὸς ἀπελάσας τὸν ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει[*](διεπαιδαγώγει Turnebus) τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος[*](Δαρεῖος] cf. p. 172 f) ὁ Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, ὁ δὲ Σκύθης Ἀτέας[*](Ἀτέας] ἀτμὰς mei) μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, ὅτε σχολάζοι[*](p. 176a: σχολάζει ) Διονύσιος δʼ ὁ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτʼ εἶπεν ἐμοὶ τοῦτο συμβαίη τόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον[*](ἀεὶ τεινόμενον R) ῥήγνυται, ψυχὴ δʼ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν[*](συνέχειαν] malimσυνήθειαν) ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι[*](συναμαυροῦσι R) ταῖς
ἡλικίαις[*](ἡλικίαις] μαλακίαις? vid. Symbol.) τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες· ἡ δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.

εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες,· ἀθάνατον μὲν ὄντα χρείαν δʼ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδʼ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον ἡ δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν ἐστιν οὐ μὴν ἀγήρως οὐδʼ αὐτάρκης, ἀλλʼ ἀεὶ πολυωρίας δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν

  1. εἱανοῦ[*](ib. εἰανοῦ mei) ἁπτομένη καὶ τʼ ἐσσύμενον κατερύκει.
[*](Hom. Π 9) καὶ μὴν οἶσθά με τῷ Πυθίῳ λειτουργοῦντα πολλὰς Πυθιάδας· ἀλλʼ οὐκ ἂν εἴποις ἱκανά σοι, ὦ Πλούταρχε, τέθυται καὶ πεπόμπευται καὶ κεχόρευται, νῦν δʼ ὥρα πρεσβύτερον ὄντα τὸν στέφανον ἀποθέσθαι καὶ τὸ χρηστήριον ἀπολιπεῖν διὰ τὸ γῆρας. οὐκοῦν
μηδὲ σεαυτὸν οἴου δεῖν, τῶν πολιτικῶν ἱερῶν ἔξαρχον ὄντα καὶ προφήτην, ἀφεῖναι τὰς τοῦ Πολιέως καὶ Ἀγοραίου τιμὰς Διός, ἔκπαλαι κατωργιασμένον αὐταῖς.

ἀλλʼ ἀφέντες, εἰ βούλει, τὸν ἀποσπῶντα τῆς πολιτείας λόγον ἐκεῖνο σκοπῶμεν ἤδη καὶ φιλοσοφῶμεν, ὅπως μηδὲν ἀπρεπὲς μηδὲ βαρὺ τῷ γήρᾳ προσάξωμεν[*](*: προσάξωμεν ) ἀγώνισμα, πολλὰ μέρη τῆς πολιτείας ἐχούσης ἁρμόδια καὶ πρόσφορα τοῖς τηλικούτοις ὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾅδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οὓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλʼ ἐν ᾧ τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους οὕτως, ἐπεὶ τὸ πράττειν καὶ λέγειν μᾶλλον ἀνθρώποις ἢ κύκνοις τὸ ᾄδειν ἄχρι τελευτῆς κατὰ φύσιν ἔστιν, οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλʼ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους. οὐδὲ γὰρ τὰ σώματα παντελῶς ἀκίνητα καὶ ἀγύμναστα περιορῶμεν, ὅτε μὴ δυνάμεθα σκαφείοις μηδʼ ἁλτῆρσι χρῆσθαι μηδὲ δισκεύειν μηδʼ ὁπλομαχεῖν ὡς καὶ πρότερον, ἀλλʼ αἰώραις καὶ περιπάτοις, ἔνιοι δὲ καὶ σφαίρᾳ προσπαλαίοντες ἐλαφρῶς καὶ διαλεγόμενοι κινοῦσι τὸ πνεῦμα καὶ τὸ θερμὸν ἀναρριπίζουσι · μήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν[*](Coraes: περίδοιμεν ) μήτʼ αὖ

πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν τὸ γῆρας ἐξελεγχόμενον ἐπὶ τοιαύτας φωνὰς καταφέρεσθαι
  1. ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ·[*](Eur. Herc. 269)
  2. ἐν δʼ ἀσθενείᾳ τὸν πόθον[*](πόνον Nauck.) διώλεσας.
οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς; ἑαυτῷ τὰ κοινὰ πράγματα καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης ἢ φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως· πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος ἡ πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, παντὶ δʼ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετʼ εὐνοίας βαρὺ παρʼ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδʼ[*](μηδʼ] οὐδʼ?) εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον ἢ τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον.

ʼ · ὥσπερ οὖν τὸν Βουκέφαλον ὁ Ἀλέξανδρος πρεσβύτερον ὄντα μὴ βουλόμενος πιέζειν ἑτέροις ἐπωχεῖτο πρὸ τῆς μάχης ἵπποις, ἐφοδεύων τὴν

φάλαγγα καὶ καθιστὰς εἰς τὴν τάξιν, εἶτα δοὺς τὸ σύνθημα καὶ μεταβὰς ἐπʼ ἐκεῖνον εὐθὺς ἐπῆγε τοῖς πολεμίοις καὶ διεκινδύνευεν · οὕτως ὁ πολιτικός, ἂν ἔχῃ νοῦν, αὐτὸς αὑτὸν ἡνιοχῶν πρεσβύτην γενόμενον ἀφέξεται τῶν οὐκ ἀναγκαίων καὶ παρήσει τοῖς ἀκμάζουσι χρῆσθαι πρὸς τὰ μικρότερα τὴν πόλιν, ἐν δὲ τοῖς μεγάλοις αὐτὸς ἀγωνιεῖται προθύμως. οἱ μὲν γὰρ ἀθληταὶ τὰ σώματα τῶν· ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους· ἡμεῖς δὲ τοὐναντίον, ἐῶντες τὰ μικρὰ καὶ φαῦλα, τοῖς ἀξίοις σπουδῆς φυλάξομεν ἑαυτούς· νέῳ μὲν γὰρ ἴσως ἐπέοικε καθʼ Ὅμηρον[*](Ὁμηρον] X 71) πάντα, καὶ δέχονται[*](W: ἔχονται ) καὶ ἀγαπῶσι τὸν μὲν μικρὰ καὶ πολλὰ πράττοντα δημοτικὸν καὶ φιλόπονον τὸν δὲ[*](ib. τὸν μὲν - τὸν δὲ W: τὰ μὲν - τὰ δὲ ) λαμπρὰ καὶ σεμνὰ γενναῖον καὶ μεγαλόφρονα καλοῦντες· ἔστι δʼ ὅπου καὶ τὸ φιλόνεικον καὶ παράβολον ὥραν ἔχει τινὰ καὶ χάριν ἐπιπρέπουσαν τοῖς τηλικούτοις ὁ[*](ὁ] deleverim) πρεσβύτης δʼ ἀνὴρ ἐν πολιτείᾳ διακονικὰς λειτουργίας ὑπομένων, οἷα τελῶν πράσεις καὶ λιμένων ἐπιμελείας καὶ ἀγορᾶς, ἔτι δὲ πρεσβείας καὶ ἀποδημίας πρὸς ἡγεμόνας καὶ δυνάστας ὑποτρέχων, ἐν αἷς ἀναγκαῖον οὐδὲν οὐδὲ σεμνὸν ἔνεστιν ἀλλὰ θεραπεία καὶ τὸ πρὸς χάριν, ἐμοὶ μὲν οἰκτρόν, ὦ φίλε, φαίνεται καὶ ἄζηλον, ἑτέροις δʼ ἴσως καὶ ἐπαχθὲς φαίνεται[*](φανεῖται Coraes, del. M fortasse rectius) καὶ φορτικόν.

οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα

φέρεσθαι[*](φέρεσθαι] malimφαίνεσθαιcum pr. m.ϝ² ), πλὴν· ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα· καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς· Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ βίου παντὸς ἡ πατρὶς ἀνατέθεικε πόνον[*](πόνον κἑ] cf. Eur. Bacch. 66) ἡδὺν κάματὸν τ̓ εὐκάματον ἔχουσαν. δεῖ δὲ[*](δὲ] om. mei) καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδʼ αἰτουμένους[*](αἰτοῦντας R, sed auctor usus fuisse vid. αἰτουμένους forma media propter insequens παραιτουμένους ) ἀλλὰ παραιτουμένους, μηδʼ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλʼ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος ὁ Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντʼ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας ἢ φωνὴν ἀρχαιρεσιάζουσαν· ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.